Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.43.10 Polyb. 18.44.5 (English) >>Polyb. 18.45.5

18.44.2 ἦν δὲ τὰ συνέχοντα τοῦ δόγματος ταῦτα, τοὺς μὲν ἄλλους Ἕλληνας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις· 18.44.3 τοὺς δὲ ταττομένους ὑπὸ Φίλιππον καὶ τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι Φίλιππον Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, 18.44.4 Εὔρωμον δὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων πόλιν, ὁμοίως Ἄβυδον, Θάσον, Μύριναν, Πέρινθον, ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ αὐτῶν μεταστησάμενον· 18.44.5 περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς συγκλήτου· 18.44.6 τὰ δʼ αἰχμάλωτα καὶ τοὺς αὐτομόλους ἅπαντας ἀποκαταστῆσαι Φίλιππον Ῥωμαίοις ἐν τοῖς αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς καταφράκτους ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους· δοῦναι δὲ καὶ χίλια τάλαντα, 18.44.7 τούτων τὰ μὲν ἡμίση παραυτίκα, τὰ δʼ ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα.

18.45.1

Τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δʼ Αἰτωλοί, δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον, κατελάλουν τὸ δόγμα, φάσκοντες οὐ πραγμάτων, ἀλλὰ γραμμάτων μόνον ἔχειν αὐτὸ διάθεσιν. 18.45.2 καί τινας ἐλάμβανον πιθανότητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν τοὺς ἀκούοντας τοιαύτας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.43.10 Polyb. 18.44.5 (English) >>Polyb. 18.45.5

Powered by PhiloLogic