Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.45.5 Polyb. 18.45.12 (English) >>Polyb. 18.46.6

18.45.10 ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτροπὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις· 18.45.11 γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν. 18.45.12 οὐ μὴν ἀλλὰ τὸν μὲν Κόρινθον Τίτος ἔπεισε τὸ συνέδριον ἐλευθεροῦν παραχρῆμα καὶ τοῖς Ἀχαιοῖς ἐγχειρίζειν διὰ τὰς ἐξ ἀρχῆς ὁμολογίας, τὸν δʼ Ἀκροκόρινθον καὶ Δημητριάδα καὶ Χαλκίδα παρακατέσχεν.

18.46.1

Δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ ποικίλοι καθʼ ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι, 18.46.2 τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀποστήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους καθέξουσι. 18.46.3 καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθʼ αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.45.5 Polyb. 18.45.12 (English) >>Polyb. 18.46.6

Powered by PhiloLogic