Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.47.10 Polyb. 18.48.5 (English) >>Polyb. 18.49.3

18.48.2 καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον. 18.48.3 πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον. 18.48.4 καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν. 18.48.5 τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπʼ ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον, 18.48.6 καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν. 18.48.7 πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, 18.48.8 τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτʼ ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτʼ ἂν νικῆσαι Φίλιππον, εἰ μὴ διʼ ἑαυτούς, 18.48.9 τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δʼ αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· καὶ πεισθέντες ἐποίησαν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.47.10 Polyb. 18.48.5 (English) >>Polyb. 18.49.3

Powered by PhiloLogic