Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.4.2 Polyb. 18.5.1 (English) >>Polyb. 18.5.9

18.4.6 ἵνα μὴ διὰ τὴν ὑμετέραν ὀλιγωρίαν ἀνάστατος ὑπὸ Θρᾳκῶν γένηται, καθάπερ νῦν γέγονεν ἡμῶν ἀπαγαγόντων τοὺς στρατιώτας διὰ τοῦτον τὸν πόλεμον, οὐ τοὺς φρουροῦντας αὐτήν, ὡς σὺ φής, ἀλλὰ τοὺς παραφυλάττοντας. 18.4.7 Κιανοῖς δʼ ἐγὼ μὲν οὐκ ἐπολέμησα, Προυσίου δὲ πολεμοῦντος βοηθῶν ἐκείνῳ συνεξεῖλον αὐτούς, ὑμῶν αἰτίων γενομένων· 18.4.8 πολλάκις γὰρ κἀμοῦ καὶ τῶν ἄλλων Ἑλλήνων διαπρεσβευομένων πρὸς ὑμᾶς, ἵνα τὸν νόμον ἄρητε τὸν διδόντα τὴν ἐξουσίαν ὑμῖν ἄγειν λάφυρον ἀπὸ λαφύρου, πρότερον ἔφατε τὴν Αἰτωλίαν ἐκ τῆς Αἰτωλίας ἀρεῖν τοῦτον τὸν νόμον.

18.5.1

Τοῦ δὲ Τίτου θαυμάσαντος τί τοῦτʼ ἐστίν, βασιλεὺς ἐπειρᾶτο διασαφεῖν αὐτῷ, λέγων ὅτι τοῖς Αἰτωλοῖς ἔθος ὑπάρχει μὴ μόνον πρὸς οὓς ἂν αὐτοὶ πολεμῶσι, τούτους αὐτοὺς ἄγειν καὶ τὴν τούτων χώραν, 18.5.2 ἀλλὰ κἂν ἕτεροί τινες πολεμῶσι πρὸς ἀλλήλους, ὄντες Αἰτωλῶν φίλοι καὶ σύμμαχοι, μηδὲν ἧττον ἐξεῖναι τοῖς Αἰτωλοῖς ἄνευ κοινοῦ δόγματος καὶ παραβοηθεῖν ἀμφοτέροις τοῖς πολεμοῦσι καὶ τὴν χώραν ἄγειν τὴν ἀμφοτέρων, 18.5.3 ὥστε παρὰ μὲν τοῖς Αἰτωλοῖς μήτε φιλίας ὅρους ὑπάρχειν μήτʼ ἔχθρας, ἀλλὰ πᾶσι τοῖς ἀμφισβητοῦσι περί τινος ἑτοίμους ἐχθροὺς εἶναι τούτους καὶ πολεμίους. 18.5.4 πόθεν οὖν ἔξεστι τούτοις ἐγκαλεῖν νῦν, εἰ φίλος ὑπάρχων Αἰτωλοῖς ἐγώ, Προυσίου δὲ σύμμαχος, ἔπραξά τι κατὰ Κιανῶν, βοηθῶν τοῖς αὑτοῦ συμμάχοις;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.4.2 Polyb. 18.5.1 (English) >>Polyb. 18.5.9

Powered by PhiloLogic