Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.49.1 Polyb. 18.50.7 (English) >>Polyb. 18.51.6

18.50.4 αἱ μὲν οὖν κατʼ ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. 18.50.5 γὰρ Λεύκιος Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν, παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δʼ ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι· 18.50.6 γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν. 18.50.7 παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων. 18.50.8 καθόλου δʼ ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς, τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν· 18.50.9 πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδʼ ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτʼ εἰπόντες ἀπεσιώπησαν·

18.51.1

δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν Ῥωμαίοις. 18.51.2 δεύτερον δʼ ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεσθαι τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.49.1 Polyb. 18.50.7 (English) >>Polyb. 18.51.6

Powered by PhiloLogic