Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 18.49.1 | Polyb. 18.50.8 (English) | >>Polyb. 18.51.6 |
18.50.4 αἱ μὲν οὖν κατʼ ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι · μετὰ δὲ ταῦτα γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν .
18.50.5 ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων , ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν , παραχωρεῖν τὸν Ἀντίοχον , τῶν δʼ ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι ·
18.50.6 γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν .
18.50.7 παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων .
18.50.8 καθόλου δʼ ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς , τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν ·
18.50.9 πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν , οὐδʼ ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις . οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτʼ εἰπόντες ἀπεσιώπησαν ·
18.51.1
δεύτερον δʼ ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν · οὐδὲ γὰρ αὐτὸς περιεργάζεσθαι τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 18.49.1 | Polyb. 18.50.8 (English) | >>Polyb. 18.51.6 |