Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.50.9 Polyb. 18.51.7 (English) >>Polyb. 18.53.2

18.51.4 εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πολέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον γενέσθαι Σελεύκου. 18.51.5 κατὰ δὲ τοὺς τῶν αὑτοῦ προγόνων περισπασμοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον. 18.51.6 αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος, ἀλλʼ ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγχρώμενος. 18.51.7 Λυσιμαχεῖς δέ, παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν, οὐκ ἀδικεῖν Ῥωμαίους κατάγων καὶ συνοικίζων· 18.51.8 ποιεῖν γὰρ τοῦτʼ ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δʼ οἰκητήριον ἑτοιμάζειν. 18.51.9 τὰς δʼ αὐτονόμους τῶν κατὰ τὴν Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος. 18.51.10 τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ τῆς φιλίας ἀναγκαιότητα συντίθεσθαι πρὸς αὐτόν.

18.52.1

Τῶν δὲ περὶ τὸν Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακηνοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο. 18.52.2 παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον. ὧν μετὰ παρρησίας διαλεγομένων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.50.9 Polyb. 18.51.7 (English) >>Polyb. 18.53.2

Powered by PhiloLogic