Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.51.3 Polyb. 18.52.1 (English) >>Polyb. 18.53.6

18.51.8 ποιεῖν γὰρ τοῦτʼ ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δʼ οἰκητήριον ἑτοιμάζειν. 18.51.9 τὰς δʼ αὐτονόμους τῶν κατὰ τὴν Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος. 18.51.10 τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ τῆς φιλίας ἀναγκαιότητα συντίθεσθαι πρὸς αὐτόν.

18.52.1

Τῶν δὲ περὶ τὸν Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακηνοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο. 18.52.2 παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον. ὧν μετὰ παρρησίας διαλεγομένων, 18.52.3 δυσχεράνας βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι, μεσολαβήσας τὸν Παρμενίωνα 18.52.4 Παῦσαι φησὶ τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων, ἀλλʼ ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων. 18.52.5 καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον, οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις.

VI. Res Aegypti 18.53.1

Τῶν γὰρ παραβόλων καὶ καλῶν ἔργων ἐφίενται μὲν πολλοί, τολμῶσι δʼ ὀλίγοι ψαύειν. 18.53.2 καίτοι πολὺ καλλίους ἀφορμὰς εἶχε Σκόπας Κλεομένους πρὸς τὸ παραβάλλεσθαι καὶ τολμᾶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.51.3 Polyb. 18.52.1 (English) >>Polyb. 18.53.6

Powered by PhiloLogic