Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.51.9 Polyb. 18.53.3 (English) >>Polyb. 18.53.10

18.52.4 Παῦσαι φησὶ τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων, ἀλλʼ ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων. 18.52.5 καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον, οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις.

VI. Res Aegypti 18.53.1

Τῶν γὰρ παραβόλων καὶ καλῶν ἔργων ἐφίενται μὲν πολλοί, τολμῶσι δʼ ὀλίγοι ψαύειν. 18.53.2 καίτοι πολὺ καλλίους ἀφορμὰς εἶχε Σκόπας Κλεομένους πρὸς τὸ παραβάλλεσθαι καὶ τολμᾶν. 18.53.3 ἐκεῖνος μὲν γὰρ προκαταληφθεὶς εἰς αὐτὰς συνεκλείσθη τὰς ἐν τοῖς ἰδίοις οἰκέταις καὶ φίλοις ἐλπίδας· ἀλλʼ ὅμως οὐδὲ ταύτας ἐγκατέλιπεν, ἀλλʼ ἐφʼ ὅσον ἦν δυνατὸς ἐξήλεγξε, τὸ καλῶς ἀποθανεῖν τοῦ ζῆν αἰσχρῶς περὶ πλείονος ποιησάμενος. 18.53.4 Σκόπας δέ, καὶ χεῖρα βαρεῖαν ἔχων συνεργὸν καὶ καιρόν, ἅτε τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, μέλλων καὶ βουλευόμενος προκατελήφθη. 18.53.5 γνόντες γὰρ αὐτὸν οἱ περὶ τὸν Ἀριστομένην συναθροίζοντα τοὺς φίλους εἰς τὴν ἰδίαν οἰκίαν καὶ συνεδρεύοντα μετὰ τούτων, πέμψαντές τινας τῶν ὑπασπιστῶν ἐκάλουν εἰς τὸ συνέδριον. 18.53.6 δʼ οὕτως παρειστήκει τῶν φρενῶν ὡς οὔτε πράττειν ἐτόλμα τῶν ἑξῆς οὐδὲν οὔτε καλούμενος ὑπὸ τοῦ βασιλέως οἷός τʼ ἦν πειθαρχεῖν, πάντων ἐστὶν ἔσχατον, 18.53.7 ἕως οἱ περὶ τὸν Ἀριστομένην γνόντες αὐτοῦ τὴν ἀλογίαν τοὺς μὲν στρατιώτας καὶ τὰ θηρία περιέστησαν περὶ τὴν οἰκίαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.51.9 Polyb. 18.53.3 (English) >>Polyb. 18.53.10

Powered by PhiloLogic