Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.52.1 Polyb. 18.53.6 (English) >>Polyb. 18.54.2

18.53.3 ἐκεῖνος μὲν γὰρ προκαταληφθεὶς εἰς αὐτὰς συνεκλείσθη τὰς ἐν τοῖς ἰδίοις οἰκέταις καὶ φίλοις ἐλπίδας· ἀλλʼ ὅμως οὐδὲ ταύτας ἐγκατέλιπεν, ἀλλʼ ἐφʼ ὅσον ἦν δυνατὸς ἐξήλεγξε, τὸ καλῶς ἀποθανεῖν τοῦ ζῆν αἰσχρῶς περὶ πλείονος ποιησάμενος. 18.53.4 Σκόπας δέ, καὶ χεῖρα βαρεῖαν ἔχων συνεργὸν καὶ καιρόν, ἅτε τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, μέλλων καὶ βουλευόμενος προκατελήφθη. 18.53.5 γνόντες γὰρ αὐτὸν οἱ περὶ τὸν Ἀριστομένην συναθροίζοντα τοὺς φίλους εἰς τὴν ἰδίαν οἰκίαν καὶ συνεδρεύοντα μετὰ τούτων, πέμψαντές τινας τῶν ὑπασπιστῶν ἐκάλουν εἰς τὸ συνέδριον. 18.53.6 δʼ οὕτως παρειστήκει τῶν φρενῶν ὡς οὔτε πράττειν ἐτόλμα τῶν ἑξῆς οὐδὲν οὔτε καλούμενος ὑπὸ τοῦ βασιλέως οἷός τʼ ἦν πειθαρχεῖν, πάντων ἐστὶν ἔσχατον, 18.53.7 ἕως οἱ περὶ τὸν Ἀριστομένην γνόντες αὐτοῦ τὴν ἀλογίαν τοὺς μὲν στρατιώτας καὶ τὰ θηρία περιέστησαν περὶ τὴν οἰκίαν, 18.53.8 Πτολεμαῖον δὲ τὸν Εὐμένους πέμψαντες μετὰ νεανίσκων ἄγειν αὐτὸν ἐκέλευον, ἐὰν μὲν ἑκὼν βούληται πειθαρχεῖν, εἰ δὲ μή, μετὰ βίας. 18.53.9 τοῦ δὲ Πτολεμαίου παρεισελθόντος εἰς τὴν οἰκίαν καὶ δηλοῦντος ὅτι καλεῖ Σκόπαν βασιλεύς, τὰς μὲν ἀρχὰς οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλὰ καὶ βλέπων εἰς τὸν Πτολεμαῖον ἀτενὲς ἔμενε καὶ πλείω χρόνον ὡς ἂν εἰ προσανατεινόμενος αὐτῷ καὶ θαυμάζων τὴν τόλμαν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.52.1 Polyb. 18.53.6 (English) >>Polyb. 18.54.2

Powered by PhiloLogic