Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.53.4 Polyb. 18.54.1 (English) >>Polyb. 18.54.8

18.53.9 τοῦ δὲ Πτολεμαίου παρεισελθόντος εἰς τὴν οἰκίαν καὶ δηλοῦντος ὅτι καλεῖ Σκόπαν βασιλεύς, τὰς μὲν ἀρχὰς οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλὰ καὶ βλέπων εἰς τὸν Πτολεμαῖον ἀτενὲς ἔμενε καὶ πλείω χρόνον ὡς ἂν εἰ προσανατεινόμενος αὐτῷ καὶ θαυμάζων τὴν τόλμαν. 18.53.10 ὡς δʼ ἐπελθὼν Πτολεμαῖος θρασέως ἐπελάβετο τῆς χλαμύδος αὐτοῦ, τότε βοηθεῖν ἠξίου τοὺς παρόντας. 18.53.11 ὄντων δὲ καὶ τῶν εἰσελθόντων νεανίσκων πλειόνων καὶ τὴν ἔξω περίστασιν διασαφήσαντός τινος, συνείξας τοῖς παροῦσιν ἠκολούθει μετὰ τῶν φίλων.

18.54.1

Ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δʼ Ἀριστομένης. 18.54.2 ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασιλέως. 18.54.3 ἐφʼ οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγίνωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν πρεσβευτῶν οἱ συμπαρόντες. 18.54.4 δʼ Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρέλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος Νικοστράτου.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.53.4 Polyb. 18.54.1 (English) >>Polyb. 18.54.8

Powered by PhiloLogic