18.54.1
Ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δʼ Ἀριστομένης.
18.54.2 ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος ἡ κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις ἡ μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασιλέως.
18.54.3 ἐφʼ οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγίνωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν πρεσβευτῶν οἱ συμπαρόντες.
18.54.4 ὁ δʼ Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρέλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος ὁ Νικοστράτου.
18.54.5 ῥηθέντων δὲ τούτων μεταλαβὼν ὁ Σκόπας ἐπειρᾶτο μὲν φέρειν τινὰς ἀπολογισμούς, οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὴν τῶν πραγμάτων ἀλογίαν, εὐθέως οὗτος μὲν εἰς φυλακὴν ἀπήγετο μετὰ τῶν φίλων·
18.54.6 ὁ δʼ Ἀριστομένης ἐπιγενομένης τῆς νυκτὸς τὸν μὲν Σκόπαν καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ φίλους πάντας διέφθειρε φαρμάκῳ,
18.54.7 Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρʼ αὐτοῦ δίκην καθήκουσαν καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων.
18.54.8 ὁ γὰρ Δικαίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην.