Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.54.2 Polyb. 18.54.9 (English) >>Polyb. 18.55.4

18.54.6 δʼ Ἀριστομένης ἐπιγενομένης τῆς νυκτὸς τὸν μὲν Σκόπαν καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ φίλους πάντας διέφθειρε φαρμάκῳ, 18.54.7 Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρʼ αὐτοῦ δίκην καθήκουσαν καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων. 18.54.8 γὰρ Δικαίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην. 18.54.9 ὃς ἐπὶ πρόδηλον ἀσέβειαν ἐκπεμπόμενος οὐχ οἷον ἄτοπόν τι πράττειν ἐνόμιζεν, ἀλλὰ τῇ τῆς ἀπονοίας ὑπερβολῇ καὶ τοὺς θεοὺς ὑπέλαβε καταπλήξεσθαι καὶ τοὺς ἀνθρώπους· 18.54.10 οὗ γὰρ ὁρμίσειε τὰς ναῦς, δύο κατεσκεύαζε βωμούς, τὸν μὲν Ἀσεβείας, τὸν δὲ Παρανομίας, καὶ ἐπὶ τούτοις ἔθυε καὶ τούτους προσεκύνει καθάπερ ἂν εἰ δαίμονας. 18.54.11 διὸ καὶ δοκεῖ μοι τυχεῖν τῆς ἁρμοζούσης δίκης καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων· παρὰ φύσιν γὰρ ἐνστησάμενος τὸν αὑτοῦ βίον εἰκότως παρὰ φύσιν καὶ τῆς εἱμαρμένης ἔτυχε. 18.54.12 τῶν δὲ λοιπῶν Αἰτωλῶν τοὺς βουλομένους εἰς τὴν οἰκείαν ἀπαλλάττεσθαι πάντας

18.55.1

ἀπέλυσεν βασιλεὺς μετὰ τῶν ὑπαρχόντων. Σκόπα δὲ καὶ ζῶντος μὲν ἐπίσημος ἦν φιλαργυρίαπολὺ γὰρ δή τι τοὺς ἄλλους ἀνθρώπους ὑπερέθετο κατὰ τὴν πλεονεξίανἀποθανόντος δὲ καὶ μᾶλλον ἐγενήθη διὰ τοῦ πλήθους τοῦ χρυσίου καὶ τῆς κατασκευῆς τῆς εὑρημένης παρʼ αὐτῷ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.54.2 Polyb. 18.54.9 (English) >>Polyb. 18.55.4

Powered by PhiloLogic