ἀπέλυσεν ὁ βασιλεὺς μετὰ τῶν ὑπαρχόντων. Σκόπα δὲ καὶ ζῶντος μὲν ἐπίσημος ἦν ἡ φιλαργυρία — πολὺ γὰρ δή τι τοὺς ἄλλους ἀνθρώπους ὑπερέθετο κατὰ τὴν πλεονεξίαν — ἀποθανόντος δὲ καὶ μᾶλλον ἐγενήθη διὰ τοῦ πλήθους τοῦ χρυσίου καὶ τῆς κατασκευῆς τῆς εὑρημένης παρʼ αὐτῷ.
Ἐπειδὴ δὲ τὰ κατὰ τοὺς Αἰτωλοὺς ἔθεντο καλῶς οἱ περὶ τὴν αὐλήν, εὐθέως ἐγίνοντο περὶ τὸ ποιεῖν Ἀνακλητήρια τοῦ βασιλέως, οὐδέπω μὲν τῆς ἡλικίας κατεπειγούσης, νομίζοντες δὲ λήψεσθαί τινα τὰ πράγματα κατάστασιν καὶ πάλιν ἀρχὴν τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς, δόξαντος αὐτοκράτορος ἤδη γεγονέναι τοῦ βασιλέως.