Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.6.6 Polyb. 18.7.6 (English) >>Polyb. 18.8.6

18.7.3 ἤδη δὲ τῆς ὥρας συγκλειούσης μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφʼ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· μόνος γὰρ ὢν οὐκ ἔχειν μεθʼ ὧν βουλεύηται· 18.7.4 διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων. 18.7.5 δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις μὴ δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· 18.7.6 Εἰκότως ἔφη Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντας. δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε.

Καὶ τότε μὲν ἅπαντες, 18.7.7 ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν· 18.7.8 τῇ δʼ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ πάντες ἦσαν, δὲ Φίλιππος οὐ παρεγίνετο.

18.8.1

Τῆς δʼ ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθʼ ὧν καὶ πρότερον, 18.8.2 κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπιταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.6.6 Polyb. 18.7.6 (English) >>Polyb. 18.8.6

Powered by PhiloLogic