Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.11.9 Polyb. 2.11.16 (English) >>Polyb. 2.12.6

2.11.13 εἷλον δὲ καὶ πόλεις τινὰς Ἰλλυρίδας ἐν τῷ παράπλῳ κατὰ κράτος· ἐν αἷς περὶ Νουτρίαν οὐ μόνον τῶν στρατιωτῶν ἀπέβαλον πολλούς, ἀλλὰ καὶ τῶν χιλιάρχων τινὰς καὶ τὸν ταμίαν. 2.11.14 ἐκυρίευσαν δὲ καὶ λέμβων εἴκοσι τῶν ἀποκομιζόντων τὴν ἐκ τῆς χώρας ὠφέλειαν. 2.11.15 τῶν δὲ πολιορκούντων τὴν Ἴσσαν οἱ μὲν ἐν τῇ Φάρῳ διὰ τὸν Δημήτριον ἀβλαβεῖς ἔμειναν, οἱ δʼ ἄλλοι πάντες ἔφυγον εἰς τὸν Ἄρβωνα σκεδασθέντες. 2.11.16 δὲ Τεύτα πάνυ μετʼ ὀλίγων εἰς τὸν Ῥίζονα διεσώθη, πολισμάτιον εὖ πρὸς ὀχυρότητα κατεσκευασμένον, ἀνακεχωρηκὸς μὲν ἀπὸ τῆς θαλάττης, ἐπʼ αὐτῷ δὲ κείμενον τῷ Ῥίζονι ποταμῷ. 2.11.17 ταῦτα δὲ πράξαντες καὶ τῷ Δημητρίῳ τοὺς πλείστους ὑποτάξαντες τῶν Ἰλλυριῶν καὶ μεγάλην αὐτῷ περιθέντες δυναστείαν ἀνεχώρησαν εἰς τὴν Ἐπίδαμνον ἅμα τῷ στόλῳ καὶ τῇ πεζικῇ δυνάμει.

2.12.1

Γνάιος μὲν οὖν Φόλουιος εἰς τὴν Ῥώμην ἀπέπλευσε, τὸ πλεῖον ἔχων μέρος τῆς τε ναυτικῆς καὶ πεζικῆς στρατιᾶς. 2.12.2 δὲ Ποστόμιος ὑπολειπόμενος τετταράκοντα σκάφη καὶ στρατόπεδον ἐκ τῶν περικειμένων πόλεων ἁθροίσας παρεχείμαζε, συνεφεδρεύων τῷ τε τῶν Ἀρδιαίων ἔθνει καὶ τοῖς ἄλλοις τοῖς δεδωκόσιν ἑαυτοὺς εἰς τὴν πίστιν. 2.12.3 ὑπὸ δὲ τὴν ἐαρινὴν ὥραν Τεύτα διαπρεσβευσαμένη πρὸς τοὺς Ῥωμαίους ποιεῖται συνθήκας, ἐν αἷς εὐδόκησε φόρους τε τοὺς διαταχθέντας οἴσειν πάσης τʼ ἀναχωρήσειν τῆς Ἰλλυρίδος πλὴν ὀλίγων τόπων, καὶ τὸ συνέχον, μάλιστα πρὸς τοὺς Ἕλληνας διέτεινε, μὴ πλεύσειν πλέον δυσὶ λέμβοις ἔξω τοῦ Λίσσου, καὶ τούτοις ἀνόπλοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.11.9 Polyb. 2.11.16 (English) >>Polyb. 2.12.6

Powered by PhiloLogic