2.11.6 Ῥωμαῖοι δὲ προσδεξάμενοι τοὺς Κερκυραίους εἰς τὴν φιλίαν ἔπλεον ἐπὶ τῆς Ἀπολλωνίας, ἔχοντες εἰς τὰ κατάλοιπα τῶν πραγμάτων ἡγεμόνα τὸν Δημήτριον.
2.11.7 κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πεζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους.
2.11.8 ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις πρὸς τὴν Ἀπολλωνίαν ὁμοίως καὶ τούτων ἀποδεξαμένων καὶ δόντων ἑαυτοὺς εἰς τὴν ἐπιτροπὴν παραχρῆμα πάλιν ἀνήχθησαν, ἀκούοντες πολιορκεῖσθαι τὴν Ἐπίδαμνον.
2.11.9 οἱ δʼ Ἰλλυριοὶ συνέντες τὴν ἔφοδον τῶν Ῥωμαίων, οὐδενὶ κόσμῳ λύσαντες τὴν πολιορκίαν ἔφυγον.
2.11.10 Ῥωμαῖοι δὲ καὶ τοὺς Ἐπιδαμνίους παραλαβόντες εἰς τὴν πίστιν προῆγον εἰς τοὺς εἴσω τόπους τῆς Ἰλλυρίδος, ἅμα καταστρεφόμενοι τοὺς Ἀρδιαίους.
2.11.11 συμμιξάντων δὲ πρεσβευτῶν αὐτοῖς καὶ πλειόνων, ὧν οἱ παρὰ τῶν Παρθίνων ἧκον ἐπιτρέποντες τὰ καθʼ αὑτούς, δεξάμενοι τούτους εἰς τὴν φιλίαν, παραπλησίως δὲ καὶ τοὺς παρὰ τῶν Ἀτιντάνων προσεληλυθότας προῆγον ὡς ἐπὶ τὴν Ἴσσαν διὰ τὸ καὶ ταύτην ὑπὸ τῶν Ἰλλυριῶν πολιορκεῖσθαι τὴν πόλιν.
2.11.12 ἀφικόμενοι δὲ καὶ λύσαντες τὴν πολιορκίαν προσεδέξαντο καὶ τοὺς Ἰσσαίους εἰς τὴν ἑαυτῶν πίστιν.
2.11.13 εἷλον δὲ καὶ πόλεις τινὰς Ἰλλυρίδας ἐν τῷ παράπλῳ κατὰ κράτος· ἐν αἷς περὶ Νουτρίαν οὐ μόνον τῶν στρατιωτῶν ἀπέβαλον πολλούς, ἀλλὰ καὶ τῶν χιλιάρχων τινὰς καὶ τὸν ταμίαν.