Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.12.1 Polyb. 2.12.8 (English) >>Polyb. 2.13.6

2.12.5 τυχόντες δὲ παρʼ ἑκατέρου τῶν ἐθνῶν τῆς καθηκούσης φιλανθρωπίας αὖθις ἀπέπλευσαν εἰς τὴν Κέρκυραν, ἱκανοῦ τινος ἀπολελυκότες φόβου τοὺς Ἕλληνας διὰ τὰς προειρημένας συνθήκας. 2.12.6 οὐ γὰρ τισὶν, ἀλλὰ πᾶσι τότε κοινοὺς ἐχθροὺς εἶναι συνέβαινε τοὺς Ἰλλυριούς. 2.12.7

μὲν οὖν πρώτη διάβασις Ῥωμαίων μετὰ δυνάμεως εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἔτι δʼ ἐπιπλοκὴ μετὰ πρεσβείας εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους τοιάδε καὶ διὰ ταύτας ἐγένετο τὰς αἰτίας. 2.12.8 ἀπὸ δὲ ταύτης τῆς καταρχῆς Ῥωμαῖοι μὲν εὐθέως ἄλλους πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Κορινθίους καὶ πρὸς Ἀθηναίους, ὅτε δὴ καὶ Κορίνθιοι πρῶτον ἀπεδέξαντο μετέχειν Ῥωμαίους τοῦ τῶν Ἰσθμίων ἀγῶνος.

2.13.1

Ἀσδρούβας δὲ κατὰ τοὺς αὐτοὺς χρόνουςἐν γὰρ τούτοις ἀπελίπομεν τὰ κατὰ τὴν Ἰβηρίαννουνεχῶς καὶ πραγματικῶς χειρίζων τὰ κατὰ τὴν ἀρχὴν ἔν τε τοῖς ὅλοις μεγάλην ἐποιεῖτο προκοπήν, τήν τε παρὰ μὲν τισὶ Καρχηδόνα, παρὰ δὲ τισὶ Καινὴν πόλιν προσαγορευομένην κατασκευάσας οὐ μικρά, μεγάλα δὲ συνεβάλλετο Καρχηδονίοις εἰς πραγμάτων λόγον, 2.13.2 καὶ μάλιστα διὰ τὴν εὐκαιρίαν τοῦ τόπου πρός τε τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα καὶ πρὸς τὰ κατὰ τὴν Λιβύην, περὶ ἧς ἡμεῖς εὐφυέστερον καιρὸν λαβόντες ὑποδείξομεν τὴν θέσιν αὐτῆς καὶ τὴν χρείαν, ἣν ἀμφοτέραις δύναται παρέχεσθαι ταῖς εἰρημέναις χώραις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.12.1 Polyb. 2.12.8 (English) >>Polyb. 2.13.6

Powered by PhiloLogic