Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.1.4 Polyb. 2.2.3 (English) >>Polyb. 2.2.11

2.1.9 τὴν δὲ στρατηγίαν οἱ Καρχηδόνιοι παρέδοσαν Ἀσδρούβᾳ, τῷ ʼκείνου κηδεστῇ καὶ τριηράρχῳ.

2.2.1

Κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως. ἅπερ οὐ παρέργως, 2.2.2 ἀλλὰ μετʼ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας. 2.2.3 ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας. 2.2.4 Ἄγρων τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς. 2.2.5 οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπʼ Αἰτωλῶν πολιορκουμένοις. 2.2.6 Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς. 2.2.7 στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν. 2.2.8 συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀνʼ ἑκάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.1.4 Polyb. 2.2.3 (English) >>Polyb. 2.2.11

Powered by PhiloLogic