Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.20.5 Polyb. 2.21.3 (English) >>Polyb. 2.21.9

2.20.10 τήν τε Γαλατῶν τόλμαν ἐν καιρῷ καταπληξάμενοι λοιπὸν ἀπερισπάστως τὸ μὲν πρῶτον πρὸς Πύρρον περὶ τῆς Ἰταλίας ἐπολέμουν, μετὰ δὲ ταῦτα πρὸς Καρχηδονίους ὑπὲρ τῆς Σικελιωτῶν ἀρχῆς διηγωνίζοντο.

2.21.1

Γαλάται δʼ ἐκ τῶν προειρημένων ἐλαττωμάτων ἔτη μὲν πέντε καὶ τετταράκοντα τὴν ἡσυχίαν ἔσχον, εἰρήνην ἄγοντες πρὸς Ῥωμαίους. 2.21.2 ἐπεὶ δʼ οἱ μὲν αὐτόπται γεγονότες τῶν δεινῶν ἐκ τοῦ ζῆν ἐξεχώρησαν διὰ τὸν χρόνον, ἐπεγένοντο δὲ νέοι, θυμοῦ μὲν ἀλογίστου πλήρεις, ἄπειροι δὲ καὶ ἀόρατοι παντὸς κακοῦ καὶ πάσης περιστάσεως, 2.21.3 αὖθις ἤρξαντο τὰ καθεστῶτα κινεῖν, φύσιν ἔχει γίνεσθαι καὶ τραχύνεσθαι μὲν ἐκ τῶν τυχόντων πρὸς Ῥωμαίους, ἐπισπᾶσθαι δὲ τοὺς ἐκ τῶν Ἄλπεων Γαλάτας. 2.21.4 τὸ μὲν οὖν πρῶτον χωρὶς τοῦ πλήθους διʼ αὐτῶν τῶν ἡγουμένων ἐν ἀπορρήτοις ἐπράττετο τὰ προειρημένα. 2.21.5 διὸ καὶ παραγενομένων τῶν Τρανσαλπίνων ἕως Ἀριμίνου μετὰ δυνάμεως, διαπιστήσαντα τὰ πλήθη τῶν Βοίων καὶ στασιάσαντα πρός τε τοὺς ἑαυτῶν προεστῶτας καὶ πρὸς τοὺς παραγεγονότας ἀνεῖλον μὲν τοὺς ἰδίους βασιλεῖς Ἄτιν καὶ Γάλατον, κατέκοψαν δʼ ἀλλήλους, συμβαλόντες ἐκ παρατάξεων. 2.21.6 ὅτε δὴ καὶ Ῥωμαῖοι κατάφοβοι γενόμενοι τὴν ἔφοδον ἐξῆλθον μετὰ στρατοπέδου· συνέντες δὲ τὴν αὐθαίρετον καταφθορὰν τῶν Γαλατῶν αὖθις ἀνεχώρησαν εἰς τὴν οἰκείαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.20.5 Polyb. 2.21.3 (English) >>Polyb. 2.21.9

Powered by PhiloLogic