Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.24.10 Polyb. 2.24.17 (English) >>Polyb. 2.25.9

2.24.14 Ῥωμαίων δὲ καὶ Καμπανῶν πληθὺς πεζῶν μὲν εἰς εἴκοσι καὶ πέντε κατελέχθησαν μυριάδες, ἱππέων δʼ ἐπὶ ταῖς δύο μυριάσιν ἐπῆσαν ἔτι τρεῖς χιλιάδες. 2.24.15 ὥστʼ εἶναι τὸ κεφάλαιον τῶν μὲν προκαθημένων τῆς Ῥώμης δυνάμεων πεζοὶ μὲν ὑπὲρ πεντεκαίδεκα μυριάδες, 2.24.16 ἱππεῖς δὲ πρὸς ἑξακισχιλίους, τὸ δὲ σύμπαν πλῆθος τῶν δυναμένων ὅπλα βαστάζειν, αὐτῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων, πεζῶν ὑπὲρ τὰς ἑβδομήκοντα μυριάδας, ἱππέων δʼ εἰς ἑπτὰ μυριάδας. 2.24.17 ἐφʼ οὓς Ἀννίβας ἐλάττους ἔχων δισμυρίων ἐπέβαλεν εἰς τὴν Ἰταλίαν. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἑξῆς σαφέστερον ἐκποιήσει κατανοεῖν.

2.25.1

Οἱ δὲ Κελτοὶ κατάραντες εἰς τὴν Τυρρηνίαν ἐπεπορεύοντο τὴν χώραν, πορθοῦντες ἀδεῶς· οὐδενὸς δʼ αὐτοῖς ἀντιταττομένου, τέλος ἐπʼ αὐτὴν ὥρμησαν τὴν Ῥώμην. 2.25.2 ἤδη δʼ αὐτῶν περὶ πόλιν ὄντων καλεῖται μὲν Κλούσιον, ἀπέχει δʼ ἡμερῶν τριῶν ὁδὸν ἀπὸ τῆς Ῥώμης, προσαγγέλλεται διότι κατόπιν αὐτοῖς ἕπονται καὶ συνάπτουσιν αἱ προκαθήμεναι τῶν Ῥωμαίων ἐν τῇ Τυρρηνίᾳ δυνάμεις. 2.25.3 οἱ δʼ ἀκούσαντες ἐξ ὑποστροφῆς ἀπήντων, σπεύδοντες τούτοις συμβαλεῖν. 2.25.4 ἐγγίσαντες δʼ ἀλλήλοις ἤδη περὶ δυσμὰς ἡλίου, τότε μὲν ἐν συμμέτρῳ διαστήματι καταστρατοπεδεύσαντες ηὐλίσθησαν ἀμφότεροι. 2.25.5 τῆς δὲ νυκτὸς ἐπιγενομένης πῦρ ἀνακαύσαντες οἱ Κελτοὶ τοὺς μὲν ἱππεῖς ἀπέλιπον, συντάξαντες ἅμα τῷ φωτὶ συμφανεῖς γενομένους τοῖς πολεμίοις ὑποχωρεῖν κατὰ τὸν αὐτὸν στίβον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.24.10 Polyb. 2.24.17 (English) >>Polyb. 2.25.9

Powered by PhiloLogic