Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.31.2 Polyb. 2.31.9 (English) >>Polyb. 2.32.7

2.31.7

μὲν οὖν βαρυτάτη τῶν Κελτῶν ἔφοδος οὕτω καὶ τούτῳ τῷ τρόπῳ διεφθάρη, πᾶσι μὲν Ἰταλιώταις, μάλιστα δὲ Ῥωμαίοις μέγαν καὶ φοβερὸν ἐπικρεμάσασα κίνδυνον. 2.31.8 ἀπὸ δὲ τοῦ κατορθώματος τούτου κατελπίσαντες Ῥωμαῖοι δυνήσεσθαι τοὺς Κελτοὺς ἐκ τῶν τόπων τῶν περὶ τὸν Πάδον ὁλοσχερῶς ἐκβαλεῖν, τούς τε μετὰ ταῦτα κατασταθέντας ὑπάτους Κόϊντον Φόλουιον καὶ Τίτον Μάλιον ἀμφοτέρους καὶ τὰς δυνάμεις μετὰ παρασκευῆς μεγάλης ἐξαπέστειλαν ἐπὶ τοὺς Κελτούς. 2.31.9 οὗτοι δὲ τοὺς μὲν Βοίους ἐξ ἐφόδου καταπληξάμενοι συνηνάγκασαν εἰς τὴν Ῥωμαίων ἑαυτοὺς δοῦναι πίστιν, τὸν δὲ λοιπὸν χρόνον τῆς στρατείας, 2.31.10 ἐπιγενομένων ὄμβρων ἐξαισίων, ἔτι δὲ λοιμικῆς διαθέσεως ἐμπεσούσης αὐτοῖς, εἰς τέλος ἄπρακτον εἶχον.

2.32.1

μετὰ δὲ τούτους κατασταθέντες Πόπλιος Φούριος καὶ Γάιος Φλαμίνιος αὖθις ἐνέβαλον εἰς τὴν Κελτικὴν διὰ τῆς τῶν Ἀνάρων χώρας, οἷς συμβαίνει μὴ μακρὰν ἀπὸ Μασσαλίας 2.32.2 ἔχειν τὴν οἴκησιν. οὓς εἰς τὴν φιλίαν προσαγαγόμενοι διέβησαν εἰς τὴν τῶν Ἰνσόμβρων γῆν κατὰ τὰς συρροίας τοῦ τʼ Ἀδόα καὶ Πάδου ποταμοῦ. 2.32.3 λαβόντες δὲ πληγὰς περί τε τὴν διάβασιν καὶ περὶ τὴν στρατοπεδείαν παραυτίκα μὲν ἔμειναν, μετὰ δὲ ταῦτα σπεισάμενοι καθʼ ὁμολογίαν ἀνέλυσαν ἐκ τῶν τόπων. 2.32.4 περιελθόντες δὲ πλείους ἡμέρας καὶ διελθόντες τὸν Κλούσιον ποταμὸν ἦλθον εἰς τὴν τῶν Γονομάνων χώραν καὶ προσλαβόντες τούτους, ὄντας συμμάχους, ἐνέβαλον πάλιν ἀπὸ τῶν κατὰ τὰς Ἄλπεις τόπων εἰς τὰ τῶν Ἰνσόμβρων πεδία καὶ τήν τε γῆν ἐδῄουν καὶ τὰς κατοικίας αὐτῶν ἐξεπόρθουν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.31.2 Polyb. 2.31.9 (English) >>Polyb. 2.32.7

Powered by PhiloLogic