2.35.4 περὶ ὧν ἡμεῖς συνθεωρήσαντες μετʼ ὀλίγον χρόνον αὐτοὺς ἐκ τῶν περὶ τὸν Πάδον πεδίων ἐξωσθέντας, πλὴν ὀλίγων τόπων τῶν ὑπʼ αὐτὰς τὰς Ἄλπεις κειμένων, οὐκ ᾠήθημεν δεῖν οὔτε τὴν ἐξ ἀρχῆς ἔφοδον αὐτῶν ἀμνημόνευτον παραλιπεῖν οὔτε τὰς μετὰ ταῦτα πράξεις οὔτε τὴν τελευταίαν ἐξανάστασιν,
2.35.5 ὑπολαμβάνοντες οἰκεῖον ἱστορίας ὑπάρχειν τὰ τοιαῦτʼ ἐπεισόδια τῆς τύχης εἰς μνήμην ἄγειν καὶ παράδοσιν τοῖς ἐπιγινομένοις,
2.35.6 ἵνα μὴ τελέως οἱ μεθʼ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλʼ ἐπὶ ποσὸν ἐν νῷ λαμβάνοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον τὸ τῶν βαρβάρων πλῆθος τοῖς σὺν νῷ κινδυνεύουσι τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον ἢ παραχωρῆσαί τινος τῶν ἀναγκαίων.
2.35.7 καὶ γὰρ τοὺς τὴν Περσῶν ἔφοδον ἐπὶ τὴν Ἑλλάδα καὶ Γαλατῶν ἐπὶ Δελφοὺς εἰς μνήμην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας οὐ μικρὰ μεγάλα δʼ οἴομαι συμβεβλῆσθαι πρὸς τοὺς ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνας.
2.35.8 οὔτε γὰρ χορηγιῶν οὔθʼ ὅπλων οὔτʼ ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀποσταίη τῆς τελευταίας ἐλπίδος, τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας καὶ πατρίδος, λαμβάνων πρὸ ὀφθαλμῶν τὸ παράδοξον τῶν τότε γενομένων καὶ μνημονεύσας ὅσας μυριάδας καὶ τίνας τόλμας καὶ πηλίκας παρασκευὰς ἡ τῶν σὺν νῷ καὶ μετὰ λογισμοῦ κινδυνευόντων αἵρεσις καὶ δύναμις καθεῖλεν.