Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.37.3 Polyb. 2.37.8 (English) >>Polyb. 2.38.3

2.37.6 περὶ μὲν οὖν τῶν κατὰ τὴν Ἀσίαν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ἀρκούντως ἂν ἔχοι ποιεῖσθαι τὴν ἀνάμνησιν ἀπὸ τῶν νῦν ῥηθέντων καιρῶν διὰ τὸ τὴν μὲν ὑπὲρ τῶν προγεγονότων παρʼ αὐτοῖς ἱστορίαν ὑπὸ πλειόνων ἐκδεδόσθαι καὶ γνώριμον ὑπάρχειν ἅπασιν, ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς μηδὲν αὐτοῖς ἐξηλλαγμένον ἀπηντῆσθαι μηδὲ παράλογον ὑπὸ τῆς τύχης ὥστε προσδεῖσθαι τῆς τῶν προγεγονότων ὑπομνήσεως. 2.37.7 περὶ δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους καὶ περὶ τῆς Μακεδόνων οἰκίας ἁρμόσει διὰ βραχέων ἀναδραμεῖν τοῖς χρόνοις, ἐπειδὴ περὶ μὲν ταύτην ὁλοσχερὴς ἐπαναίρεσις, 2.37.8 περὶ δὲ τοὺς Ἀχαιούς, καθάπερ ἐπάνω προεῖπον, παράδοξος αὔξησις καὶ συμφρόνησις ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς γέγονε. 2.37.9 πολλῶν γὰρ ἐπιβαλομένων ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐπὶ ταὐτὸ συμφέρον ἀγαγεῖν Πελοποννησίους, οὐδενὸς δὲ καθικέσθαι δυνηθέντος διὰ τὸ μὴ τῆς κοινῆς ἐλευθερίας ἕνεκεν ἀλλὰ τῆς σφετέρας δυναστείας χάριν ἑκάστους ποιεῖσθαι τὴν σπουδήν, 2.37.10 τοιαύτην καὶ τηλικαύτην ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς ἔσχε προκοπὴν καὶ συντέλειαν τοῦτο τὸ μέρος ὥστε μὴ μόνον συμμαχικὴν καὶ φιλικὴν κοινωνίαν γεγονέναι πραγμάτων περὶ αὐτούς, ἀλλὰ καὶ νόμοις χρῆσθαι τοῖς αὐτοῖς καὶ σταθμοῖς καὶ μέτροις καὶ νομίσμασι, πρὸς δὲ τούτοις ἄρχουσι, βουλευταῖς,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.37.3 Polyb. 2.37.8 (English) >>Polyb. 2.38.3

Powered by PhiloLogic