Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.38.11 Polyb. 2.39.8 (English) >>Polyb. 2.40.2

2.39.6 παρακαλέσαντες γὰρ σφᾶς καὶ συμφρονήσαντες Κροτωνιᾶται, Συβαρῖται, Καυλωνιᾶται, πρῶτον μὲν ἀπέδειξαν Διὸς Ὁμαρίου κοινὸν ἱερὸν καὶ τόπον, ἐν τάς τε συνόδους καὶ τὰ διαβούλια συνετέλουν, δεύτερον τοὺς ἐθισμοὺς καὶ νόμους ἐκλαβόντες τοὺς τῶν Ἀχαιῶν ἐπεβάλοντο χρῆσθαι καὶ διοικεῖν κατὰ τούτους τὴν πολιτείαν. ὑπὸ δὲ τῆς Διονυσίου Συρακοσίου δυναστείας, 2.39.7 ἔτι δὲ τῆς τῶν περιοικούντων βαρβάρων ἐπικρατείας ἐμποδισθέντες οὐχ ἑκουσίως ἀλλὰ κατʼ ἀνάγκην αὐτῶν ἀπέστησαν. 2.39.8 μετὰ δὲ ταῦτα Λακεδαιμονίων μὲν παραδόξως πταισάντων περὶ τὴν ἐν Λεύκτροις μάχην, Θηβαίων δʼ ἀνελπίστως ἀντιποιησαμένων τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἦν ἀκρισία περὶ πάντας μὲν τοὺς Ἕλληνας, μάλιστα δὲ περὶ τοὺς προειρημένους, ὡς ἂν τῶν μὲν μὴ συγχωρούντων ἡττῆσθαι, τῶν δὲ μὴ πιστευόντων ὅτι νενικήκασιν. 2.39.9 οὐ μὴν ἀλλά γε περὶ τῶν ἀμφισβητουμένων ἐπέτρεψαν Θηβαῖοι καὶ Λακεδαιμόνιοι μόνοις τῶν Ἑλλήνων Ἀχαιοῖς, οὐ πρὸς τὴν δύναμιν ἀποβλέψαντες2.39.10 σχεδὸν γὰρ ἐλαχίστην τότε δὴ τῶν Ἑλλήνων εἶχοντὸ δὲ πλεῖον εἰς τὴν πίστιν καὶ τὴν ὅλην καλοκἀγαθίαν. ὁμολογουμένως γὰρ δὴ τότε ταύτην περὶ αὐτῶν πάντες εἶχον τὴν δόξαν. 2.39.11

Τότε μὲν οὖν ψιλῶς αὐτὰ τὰ κατὰ τὴν προαίρεσιν ὑπῆρχε παρʼ αὐτοῖς· ἀποτέλεσμα δʼ πρᾶξις ἀξιόλογος πρὸς αὔξησιν τῶν ἰδίων ἀνήκουσα πραγμάτων οὐκ ἐγίνετο,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.38.11 Polyb. 2.39.8 (English) >>Polyb. 2.40.2

Powered by PhiloLogic