Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.41.14 Polyb. 2.42.5 (English) >>Polyb. 2.43.7

2.42.3 καθʼ ἣν προτείνοντες μὲν τὴν παρʼ αὑτοῖς ἰσηγορίαν καὶ παρρησίαν, πολεμοῦντες δὲ καὶ καταγωνιζόμενοι συνεχῶς τοὺς διʼ αὑτῶν διὰ τῶν βασιλέων τὰς σφετέρας πατρίδας καταδουλουμένους, τούτῳ τῷ τρόπῳ καὶ ταύτῃ τῇ προθέσει τοῦτο τοὔργον ἐπετέλεσαν, τὰ μὲν διʼ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν συμμάχων. 2.42.4 καὶ γὰρ τὰ διʼ ἐκείνων συνεργήματα γεγονότα πρὸς τοῦτο τὸ μέρος ἐν τοῖς ἑξῆς χρόνοις ἐπὶ τὴν τῶν Ἀχαιῶν προαίρεσιν ἀνοιστέον. 2.42.5 πολλοῖς γὰρ κοινωνήσαντες πραγμάτων, πλείστων δὲ καὶ καλλίστων Ῥωμαίοις οὐδέποτε τὸ παράπαν ἐπεθύμησαν ἐκ τῶν κατορθωμάτων οὐδενὸς ἰδίᾳ λυσιτελοῦς, 2.42.6 ἀλλʼ ἀντὶ πάσης τῆς ἑαυτῶν φιλοτιμίας, ἣν παρείχοντο τοῖς συμμάχοις, ἀντικατηλλάττοντο τὴν ἑκάστων ἐλευθερίαν καὶ τὴν κοινὴν ὁμόνοιαν Πελοποννησίων. 2.42.7 σαφέστερον δʼ ὑπὲρ τούτων ἔσται διαλαμβάνειν ἐξ αὐτῶν τῶν περὶ τὰς πράξεις ἐνεργημάτων.

2.43.1

Εἴκοσι μὲν οὖν ἔτη τὰ πρῶτα καὶ πέντε συνεπολιτεύσαντο μεθʼ ἑαυτῶν αἱ προειρημέναι πόλεις, γραμματέα κοινὸν ἐκ περιόδου προχειριζόμεναι καὶ δύο στρατηγούς. 2.43.2 μετὰ δὲ ταῦτα πάλιν ἔδοξεν αὐτοῖς ἕνα καθιστάνειν καὶ τούτῳ πιστεύειν ὑπὲρ τῶν ὅλων. καὶ πρῶτος ἔτυχε τῆς τιμῆς ταύτης Μάργος Καρυνεύς. 2.43.3 τετάρτῳ δʼ ὕστερον ἔτει τοῦ προειρημένου στρατηγοῦντος Ἄρατος Σικυώνιος, ἔτη μὲν ἔχων εἴκοσι, τυραννουμένην δʼ ἐλευθερώσας τὴν πατρίδα διὰ τῆς ἀρετῆς τῆς ἑαυτοῦ καὶ τόλμης προσένειμε πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν, ἀρχῆθεν εὐθὺς ἐραστὴς γενόμενος τῆς προαιρέσεως αὐτῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.41.14 Polyb. 2.42.5 (English) >>Polyb. 2.43.7

Powered by PhiloLogic