Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.42.5 Polyb. 2.43.7 (English) >>Polyb. 2.44.4

2.43.4 ὀγδόῳ δὲ πάλιν ἔτει στρατηγὸς αἱρεθεὶς τὸ δεύτερον καὶ πραξικοπήσας τὸν Ἀκροκόρινθον, Ἀντιγόνου κυριεύοντος, καὶ γενόμενος ἐγκρατὴς μεγάλου μὲν ἀπέλυσε φόβου τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, ἐλευθερώσας δὲ Κορινθίους προσηγάγετο πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν. 2.43.5 ἐπὶ δὲ τῆς αὐτῆς ἀρχῆς καὶ τὴν τῶν Μεγαρέων πόλιν διαπραξάμενος προσένειμε τοῖς Ἀχαιοῖς. 2.43.6 ταῦτά τʼ ἐγίνετο τῷ πρότερον ἔτει τῆς Καρχηδονίων ἥττης, ἐν καθόλου Σικελίας ἐκχωρήσαντες πρῶτον ὑπέμειναν τότε φόρους ἐνεγκεῖν Ῥωμαίοις. 2.43.7 μεγάλην δὲ προκοπὴν ποιήσας τῆς ἐπιβολῆς ἐν ὀλίγῳ χρόνῳ λοιπὸν ἤδη διετέλει προστατῶν μὲν τοῦ τῶν Ἀχαιῶν ἔθνους, πάσας δὲ τὰς ἐπιβολὰς καὶ πράξεις πρὸς ἓν τέλος ἀναφέρων· 2.43.8 τοῦτο δʼ ἦν τὸ Μακεδόνας μὲν ἐκβαλεῖν ἐκ Πελοποννήσου, τὰς δὲ μοναρχίας καταλῦσαι, βεβαιῶσαι δʼ ἑκάστοις τὴν κοινὴν καὶ πάτριον ἐλευθερίαν. 2.43.9 μέχρι μὲν οὖν ἦν Ἀντίγονος Γονατᾶς, πρός τε τὴν ἐκείνου πολυπραγμοσύνην καὶ πρὸς τὴν Αἰτωλῶν πλεονεξίαν ἀντιταττόμενος διετέλει, 2.43.10 πραγματικῶς ἕκαστα χειρίζων, καίπερ εἰς τοῦτο προβάντων ἀμφοτέρων ἀδικίας καὶ τόλμης ὥστε ποιήσασθαι συνθήκας πρὸς ἀλλήλους ὑπὲρ

2.44.1

διαιρέσεως τοῦ τῶν Ἀχαιῶν ἔθνους. Ἀντιγόνου δὲ μεταλλάξαντος, καὶ συνθεμένων τῶν Ἀχαιῶν καὶ συμμαχίαν πρὸς Αἰτωλοὺς καὶ μετασχόντων εὐγενῶς σφίσι τοῦ πρὸς Δημήτριον πολέμου, τὰ μὲν τῆς ἀλλοτριότητος καὶ δυσμενείας ἤρθη κατὰ τὸ παρόν, ὑπεγένετο δὲ κοινωνικὴ καὶ φιλική τις αὐτοῖς διάθεσις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.42.5 Polyb. 2.43.7 (English) >>Polyb. 2.44.4

Powered by PhiloLogic