Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.44.4 Polyb. 2.45.4 (English) >>Polyb. 2.46.4

2.45.2 καὶ τότε παραπλησίαις ἐλπίσιν ἐπαρθέντες ἀπετόλμησαν Ἀντιγόνῳ τε τῷ κατʼ ἐκείνους τοὺς καιροὺς προεστῶτι Μακεδόνων, ἐπιτροπεύοντι δὲ Φιλίππου παιδὸς ὄντος, καὶ Κλεομένει τῷ βασιλεῖ Λακεδαιμονίων κοινωνεῖν καὶ συμπλέκειν ἀμφοτέροις ἅμα τὰς χεῖρας. 2.45.3 ὁρῶντες γὰρ τὸν Ἀντίγονον κυριεύοντα μὲν τῶν κατὰ Μακεδονίαν ἀσφαλῶς, ὁμολογούμενον δὲ καὶ πρόδηλον ἐχθρὸν ὄντα τῶν Ἀχαιῶν διὰ τὸ τὸν Ἀκροκόρινθον πραξικοπήσαντας καταλαβεῖν, 2.45.4 ὑπέλαβον, εἰ τοὺς Λακεδαιμονίους προσλαβόντες ἔτι κοινωνοὺς σφίσι τῆς ἐπιβολῆς προεμβιβάσαιεν εἰς τὴν πρὸς τὸ ἔθνος ἀπέχθειαν, ῥᾳδίως ἂν καταγωνίσασθαι τοὺς Ἀχαιοὺς ἐν καιρῷ συνεπιθέμενοι καὶ πανταχόθεν περιστήσαντες αὐτοῖς τὸν πόλεμον. 2.45.5 δὴ καὶ ταχέως ἂν ἐκ τῶν κατὰ λόγον ἐπετέλεσαν, εἰ μὴ τὸ κυριώτατον παρεῖδον τῆς προθέσεως, οὐ συλλογισάμενοι διότι ταῖς ἐπιβολαῖς Ἄρατον ἕξουσιν ἀνταγωνιστήν, ἄνδρα δυνάμενον πάσης εὐστοχεῖν περιστάσεως. 2.45.6 τοιγαροῦν ὁρμήσαντες ἐπὶ τὸ πολυπραγμονεῖν καὶ χειρῶν ἄρχειν ἀδίκων οὐχ οἷον ἤνυσάν τι τῶν ἐπινοηθέντων, ἀλλὰ τοὐναντίον καὶ τὸν Ἄρατον τότε προεστῶτα καὶ τὸ ἔθνος ἐσωματοποίησαν, πραγματικῶς ἀντιπερισπάσαντος ἐκείνου καὶ λυμηναμένου τὰς ἐπιβολὰς αὐτῶν. 2.45.7 ὡς δʼ ἐχειρίσθη τὰ ὅλα, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων.

2.46.1

Θεωρῶν γὰρ τοὺς Αἰτωλοὺς προειρημένος ἀνὴρ τὸν μὲν πόλεμον τὸν πρὸς αὐτοὺς αἰσχυνομένους ἀναλαβεῖν ἐκ τοῦ φανεροῦ διὰ τὸ καὶ λίαν εἶναι προσφάτους τὰς ἐκ τῶν Ἀχαιῶν εὐεργεσίας περὶ τὸν Δημητριακὸν πόλεμον εἰς αὐτούς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.44.4 Polyb. 2.45.4 (English) >>Polyb. 2.46.4

Powered by PhiloLogic