Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.45.2 Polyb. 2.46.1 (English) >>Polyb. 2.46.6

2.45.5 δὴ καὶ ταχέως ἂν ἐκ τῶν κατὰ λόγον ἐπετέλεσαν, εἰ μὴ τὸ κυριώτατον παρεῖδον τῆς προθέσεως, οὐ συλλογισάμενοι διότι ταῖς ἐπιβολαῖς Ἄρατον ἕξουσιν ἀνταγωνιστήν, ἄνδρα δυνάμενον πάσης εὐστοχεῖν περιστάσεως. 2.45.6 τοιγαροῦν ὁρμήσαντες ἐπὶ τὸ πολυπραγμονεῖν καὶ χειρῶν ἄρχειν ἀδίκων οὐχ οἷον ἤνυσάν τι τῶν ἐπινοηθέντων, ἀλλὰ τοὐναντίον καὶ τὸν Ἄρατον τότε προεστῶτα καὶ τὸ ἔθνος ἐσωματοποίησαν, πραγματικῶς ἀντιπερισπάσαντος ἐκείνου καὶ λυμηναμένου τὰς ἐπιβολὰς αὐτῶν. 2.45.7 ὡς δʼ ἐχειρίσθη τὰ ὅλα, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων.

2.46.1

Θεωρῶν γὰρ τοὺς Αἰτωλοὺς προειρημένος ἀνὴρ τὸν μὲν πόλεμον τὸν πρὸς αὐτοὺς αἰσχυνομένους ἀναλαβεῖν ἐκ τοῦ φανεροῦ διὰ τὸ καὶ λίαν εἶναι προσφάτους τὰς ἐκ τῶν Ἀχαιῶν εὐεργεσίας περὶ τὸν Δημητριακὸν πόλεμον εἰς αὐτούς, 2.46.2 συμβουλευομένους δὲ τοῖς Λακεδαιμονίοις καὶ φθονοῦντας τοῖς Ἀχαιοῖς ἐπὶ τοσοῦτον ὥστε Κλεομένους πεπραξικοπηκότος αὐτοὺς καὶ παρῃρημένου Τεγέαν, Μαντίνειαν, Ὀρχομενόν, τὰς Αἰτωλοῖς οὐ μόνον συμμαχίδας ὑπαρχούσας, ἀλλὰ καὶ συμπολιτευομένας τότε πόλεις, οὐχ οἷον ἀγανακτοῦντας ἐπὶ τούτοις, ἀλλὰ καὶ βεβαιοῦντας αὐτῷ τὴν παράληψιν, 2.46.3 καὶ τοὺς πρότερον κατὰ τῶν μηδὲν ἀδικούντων πᾶσαν ἱκανὴν ποιουμένους πρόφασιν εἰς τὸ πολεμεῖν διὰ τὴν πλεονεξίαν τότε συνορῶν ἑκουσίως παρασπονδουμένους καὶ τὰς μεγίστας ἀπολλύντας πόλεις ἐθελοντὴν ἐφʼ μόνον ἰδεῖν ἀξιόχρεων γενόμενον ἀνταγωνιστὴν Κλεομένη τοῖς Ἀχαιοῖς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.45.2 Polyb. 2.46.1 (English) >>Polyb. 2.46.6

Powered by PhiloLogic