Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.49.2 Polyb. 2.49.9 (English) >>Polyb. 2.50.7

2.49.7 ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθάπερ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαιοὺς πρὸς τὸν Κλεομένη· κἂν μὲν τύχη συνεπιλαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων· ἂν δʼ ἀντιπίπτῃ τὰ τῆς τύχης, 2.49.8 Αἰτωλοὶ δὲ συνεπιτίθωνται, προσέχειν αὐτὸν παρεκάλουν τοῖς πράγμασιν, ἵνα μὴ πρόηται τοὺς καιρούς, ἔτι δὲ δυναμένοις σῴζεσθαι Πελοποννησίοις ἐπαρκέσῃ· 2.49.9 περὶ δὲ πίστεως καὶ χάριτος ἀποδόσεως ῥᾳθυμεῖν αὐτὸν ᾤοντο δεῖν· τῆς γὰρ χρείας ἐπιτελουμένης αὐτὸν εὑρήσειν τὸν Ἄρατον εὐδοκουμένας ἀμφοτέροις ὑπισχνοῦντο πίστεις. 2.49.10 ὁμοίως δʼ ἔφασαν καὶ τὸν καιρὸν τῆς βοηθείας αὐτὸν ὑποδείξειν.

2.50.1

μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δόξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς. ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις, 2.50.2 ἐπαγγελλόμενος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλομένοις . 2.50.3 τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκιδᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔνοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων, 2.50.4 μετεωρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπισπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ σπουδὴν ἐγχειρίζειν αὐτῷ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.49.2 Polyb. 2.49.9 (English) >>Polyb. 2.50.7

Powered by PhiloLogic