Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.4.6 Polyb. 2.5.4 (English) >>Polyb. 2.6.1

2.5.1

οἱ δʼ ἐξαποσταλέντες τὴν μὲν πρώτην ἐπιβολὴν ἔσχον ἐπὶ τὴν Ἠλείαν καὶ τὴν Μεσσηνίαν· ταύτας γὰρ ἀεὶ τὰς χώρας Ἰλλυριοὶ πορθοῦντες διετέλουν. 2.5.2 διὰ γὰρ τὸ μῆκος τῆς παραλίας καὶ διὰ τὸ μεσογαίους εἶναι τὰς δυναστευούσας ἐν αὐταῖς πόλεις μακραὶ καὶ βραδεῖαι λίαν ἐγίνοντο τοῖς προειρημένοις αἱ παραβοήθειαι πρὸς τὰς ἀποβάσεις τῶν Ἰλλυριῶν· ὅθεν ἀδεῶς ἐπέτρεχον καὶ κατέσυρον ἀεὶ ταύτας τὰς χώρας. 2.5.3 οὐ μὴν ἀλλὰ τότε γενόμενοι τῆς Ἠπείρου κατὰ Φοινίκην προσέσχον ἐπισιτισμοῦ χάριν. 2.5.4 συμμίξαντες δὲ τῶν Γαλατῶν τισιν, οἳ μισθοφοροῦντες παρὰ τοῖς Ἠπειρώταις διέτριβον ἐν τῇ Φοινίκῃ, τὸ πλῆθος ὄντες εἰς ὀκτακοσίους, καὶ κοινολογηθέντες τούτοις περὶ προδοσίας τῆς πόλεως ἐξέβησαν, συγκαταθεμένων σφίσι τῶν προειρημένων, καὶ τῆς πόλεως ἐξ ἐφόδου καὶ τῶν ἐν αὐτῇ κύριοι κατέστησαν, συνεργησάντων ἔσωθεν αὐτοῖς τῶν Γαλατῶν. 2.5.5 οἱ δʼ Ἠπειρῶται πυθόμενοι τὸ γεγονὸς ἐβοήθουν πανδημεὶ μετὰ σπουδῆς. παραγενόμενοι δὲ πρὸς τὴν Φοινίκην καὶ προβαλόμενοι τὸν παρὰ τῇ πόλει ῥέοντα ποταμὸν ἐστρατοπέδευσαν, τῆς ἐπʼ αὐτῷ γεφύρας ἀνασπάσαντες τὰς σανίδας ἀσφαλείας χάριν. 2.5.6 προσαγγελθέντος δʼ αὐτοῖς Σκερδιλαΐδαν ἔχοντα πεντακισχιλίους Ἰλλυριοὺς παραγίνεσθαι κατὰ γῆν διὰ τῶν παρʼ Ἀντιγόνειαν στενῶν, μερίσαντες αὑτῶν τινας ἐξαπέστειλαν παραφυλάξοντας τὴν Ἀντιγόνειαν· αὐτοὶ δὲ τά τε λοιπὰ ῥᾳθύμως διῆγον, ἀπολαύοντες τῶν ἐκ τῆς χώρας ἀνέδην, τῶν τε κατὰ τὰς φυλακὰς καὶ προκοιτίας ὠλιγώρουν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.4.6 Polyb. 2.5.4 (English) >>Polyb. 2.6.1

Powered by PhiloLogic