Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.5.2 Polyb. 2.5.8 (English) >>Polyb. 2.6.8

2.5.6 προσαγγελθέντος δʼ αὐτοῖς Σκερδιλαΐδαν ἔχοντα πεντακισχιλίους Ἰλλυριοὺς παραγίνεσθαι κατὰ γῆν διὰ τῶν παρʼ Ἀντιγόνειαν στενῶν, μερίσαντες αὑτῶν τινας ἐξαπέστειλαν παραφυλάξοντας τὴν Ἀντιγόνειαν· αὐτοὶ δὲ τά τε λοιπὰ ῥᾳθύμως διῆγον, ἀπολαύοντες τῶν ἐκ τῆς χώρας ἀνέδην, τῶν τε κατὰ τὰς φυλακὰς καὶ προκοιτίας ὠλιγώρουν. 2.5.7 οἱ δʼ Ἰλλυριοὶ συνέντες τὸν μερισμὸν αὐτῶν καὶ τὴν λοιπὴν ῥᾳθυμίαν ἐκπορεύονται νυκτός· καὶ τῇ γεφύρᾳ σανίδας ἐπιβαλόντες τόν τε ποταμὸν ἀσφαλῶς διέβησαν καὶ λαβόντες ὀχυρὸν τόπον ἔμειναν τὸ λοιπὸν μέρος τῆς νυκτός. 2.5.8 ἐπιγενομένης δὲ τῆς ἡμέρας, καὶ παραταξαμένων ἀμφοτέρων πρὸ τῆς πόλεως, συνέβη λειφθῆναι τοὺς Ἠπειρώτας, καὶ πολλοὺς μὲν αὐτῶν πεσεῖν, ἔτι δὲ πλείους ἁλῶναι, τοὺς δὲ λοιποὺς διαφυγεῖν ὡς ἐπʼ Ἀτιντάνων.

2.6.1

Οὗτοι μὲν οὖν τοιούτοις περιπεσόντες ἀτυχήμασι καὶ πάσας ἀπολέσαντες τὰς ἐν αὑτοῖς ἐλπίδας ἐπρέσβευον πρὸς τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος, δεόμενοι μεθʼ ἱκετηρίας σφίσι βοηθεῖν. 2.6.2 οἱ δὲ κατελεήσαντες τὰς συμφορὰς αὐτῶν ὑπήκουσαν καὶ μετὰ ταῦτα παραβοηθοῦντες ἧκον εἰς Ἑλίκρανον. 2.6.3 οἱ δὲ τὴν Φοινίκην κατασχόντες τὸ μὲν πρῶτον, παραγενόμενοι μετὰ Σκερδιλαΐδου πρὸς τὸ χωρίον, παρεστρατοπέδευσαν τοῖς βεβοηθηκόσι, βουλόμενοι συμβαλεῖν. 2.6.4 δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπεσόντων παρὰ τῆς Τεύτας γραμμάτων, διʼ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρδανεῖς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.5.2 Polyb. 2.5.8 (English) >>Polyb. 2.6.8

Powered by PhiloLogic