Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.49.7 Polyb. 2.50.4 (English) >>Polyb. 2.50.11

2.50.1

μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δόξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς. ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις, 2.50.2 ἐπαγγελλόμενος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλομένοις . 2.50.3 τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκιδᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔνοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων, 2.50.4 μετεωρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπισπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ σπουδὴν ἐγχειρίζειν αὐτῷ. 2.50.5 δʼ Ἄρατος διακούσας κατʼ ἰδίαν τῶν περὶ τὸν Νικοφάνη τὴν τοῦ βασιλέως αἵρεσιν, ἣν ἔχοι πρός τε τοὺς Ἀχαιοὺς καὶ πρὸς αὐτόν, περιχαρὴς ἦν τῷ μὴ διὰ κενῆς πεποιῆσθαι τὴν ἐπίνοιαν μηδʼ εὑρῆσθαι κατὰ τὴν τῶν Αἰτωλῶν ἐλπίδα τὸν Ἀντίγονον εἰς τέλος ἀπηλλοτριωμένον ἑαυτοῦ. 2.50.6 πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα. μάλιστα μὲν γάρ, 2.50.7 ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δʼ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο διʼ αὑτοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάντων τῶν Ἀχαιῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.49.7 Polyb. 2.50.4 (English) >>Polyb. 2.50.11

Powered by PhiloLogic