2.50.5 ὁ δʼ Ἄρατος διακούσας κατʼ ἰδίαν τῶν περὶ τὸν Νικοφάνη τὴν τοῦ βασιλέως αἵρεσιν, ἣν ἔχοι πρός τε τοὺς Ἀχαιοὺς καὶ πρὸς αὐτόν, περιχαρὴς ἦν τῷ μὴ διὰ κενῆς πεποιῆσθαι τὴν ἐπίνοιαν μηδʼ εὑρῆσθαι κατὰ τὴν τῶν Αἰτωλῶν ἐλπίδα τὸν Ἀντίγονον εἰς τέλος ἀπηλλοτριωμένον ἑαυτοῦ.
2.50.6 πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα. μάλιστα μὲν γάρ,
2.50.7 ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δʼ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο διʼ αὑτοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάντων τῶν Ἀχαιῶν.
2.50.8 ἠγωνία γάρ, εἰ παραγενόμενος ὁ βασιλεὺς καὶ κρατήσας τῷ πολέμῳ τοῦ Κλεομένους καὶ τῶν Λακεδαιμονίων ἀλλοιότερόν τι βουλεύσοιτο περὶ τῆς κοινῆς πολιτείας, μή ποθʼ ὁμολογουμένως τῶν συμβαινόντων αὐτὸς ἀναλάβῃ τὴν αἰτίαν,
2.50.9 δόξαντος δικαίως τοῦτο πράττειν διὰ τὴν ἐξ αὐτοῦ προγεγενημένην ἀδικίαν περὶ τὸν Ἀκροκόρινθον εἰς τὴν Μακεδόνων οἰκίαν.
2.50.10 διόπερ ἅμα τῷ παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βουλευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγονον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς αὐτῆς ὁρμῆς,