Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.51.4 Polyb. 2.52.3 (English) >>Polyb. 2.52.8

2.52.1

χάριν τῆς περὶ τῶν πίστεων ἐπισκέψεως. δὲ Κλεομένης καταπληξάμενος τοῖς προειρημένοις εὐτυχήμασι λοιπὸν ἀδεῶς ἐπεπορεύετο τὰς πόλεις, ἃς μὲν πείθων αἷς δὲ τὸν φόβον ἀνατεινόμενος. προσλαβὼν δὲ τῷ τρόπῳ τούτῳ Καφύας, 2.52.2 Πελλήνην, Φενεόν, Ἄργος, Φλιοῦντα, Κλεωνάς, Ἐπίδαυρον, Ἑρμιόνα, Τροίζηνα, τελευταῖον Κόρινθον, αὐτὸς μὲν προσεστρατοπέδευσε τῇ τῶν Σικυωνίων πόλει, τοὺς δʼ Ἀχαιοὺς ἀπέλυσε τοῦ μεγίστου προβλήματος. 2.52.3 τῶν γὰρ Κορινθίων τῷ μὲν Ἀράτῳ στρατηγοῦντι καὶ τοῖς Ἀχαιοῖς παραγγειλάντων ἐκ τῆς πόλεως ἀπαλλάττεσθαι, πρὸς δὲ τὸν Κλεομένη διαπεμπομένων καὶ καλούντων, παρεδόθη τοῖς Ἀχαιοῖς ἀφορμὴ καὶ πρόφασις εὔλογος. 2.52.4 ἧς ἐπιλαβόμενος Ἄρατος καὶ προτείνας Ἀντιγόνῳ τὸν Ἀκροκόρινθον, κατεχόντων Ἀχαιῶν τότε τὸν τόπον τοῦτον, ἔλυσε μὲν τὸ γεγονὸς ἔγκλημα πρὸς τὴν οἰκίαν, ἱκανὴν δὲ πίστιν παρέσχετο τῆς πρὸς τὰ μέλλοντα κοινωνίας, τὸ δὲ συνέχον, ὁρμητήριον παρεσκεύασεν Ἀντιγόνῳ πρὸς τὸν κατὰ Λακεδαιμονίων πόλεμον. 2.52.5

δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντιθεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ τʼ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν Πελοποννησίων ἀρχήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.51.4 Polyb. 2.52.3 (English) >>Polyb. 2.52.8

Powered by PhiloLogic