Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.51.7 Polyb. 2.52.7 (English) >>Polyb. 2.53.6

2.52.5

δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντιθεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ τʼ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν Πελοποννησίων ἀρχήν. 2.52.6 Ἀντίγονος δὲ πάλαι μὲν ἦν ἐν παρασκευῇ, καραδοκῶν τὸ μέλλον κατὰ τὰς ὑποθέσεις τὰς Ἀράτου· 2.52.7 τότε δὲ συλλογιζόμενος ἐκ τῶν προσπιπτόντων ὅσον οὔπω παρεῖναι τὸν Κλεομένη μετὰ τῆς δυνάμεως εἰς Θετταλίαν, διαπεμψάμενος πρός τε τὸν Ἄρατον καὶ τοὺς Ἀχαιοὺς ὑπὲρ τῶν ὡμολογημένων ἧκεν ἔχων τὰς δυνάμεις διὰ τῆς Εὐβοίας ἐπὶ τὸν Ἰσθμόν. 2.52.8 οἱ γὰρ Αἰτωλοὶ πρὸς τοῖς ἄλλοις καὶ τότε βουλόμενοι κωλῦσαι τὸν Ἀντίγονον τῆς βοηθείας, ἀπεῖπον αὐτῷ πορεύεσθαι μετὰ δυνάμεως ἐντὸς Πυλῶν· εἰ δὲ μή, διότι κωλύσουσι μεθʼ ὅπλων αὐτοῦ τὴν δίοδον. 2.52.9

μὲν οὖν Ἀντίγονος καὶ Κλεομένης ἀντεστρατοπέδευον ἀλλήλοις, μὲν εἰσελθεῖν σπουδάζων εἰς Πελοπόννησον, δὲ Κλεομένης κωλῦσαι τῆς εἰσόδου τὸν Ἀντίγονον.

2.53.1

οἱ δʼ Ἀχαιοί, καίπερ οὐ μετρίως ἠλαττωμένοι τοῖς ὅλοις, ὅμως οὐκ ἀφίσταντο τῆς προθέσεως οὐδʼ ἐγκατέλειπον τὰς ἐν αὑτοῖς ἐλπίδας, 2.53.2 ἀλλʼ ἅμα τῷ τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον ἐπαναστῆναι τοῖς Κλεομενισταῖς βοηθήσαντες καὶ παρεισπεσόντες μετὰ Τιμοξένου τοῦ στρατηγοῦ κατέλαβον τὴν τῶν Ἀργείων πόλιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.51.7 Polyb. 2.52.7 (English) >>Polyb. 2.53.6

Powered by PhiloLogic