Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.54.12 | Polyb. 2.55.6 (English) | >>Polyb. 2.56.5 |
2.55.3 λαβὼν συνεργούς τινας τῶν ἐκ Μεσσήνης φυγάδων , οἳ διατρίβοντες ἐτύγχανον ἐν τῇ Μεγάλῃ πόλει , παρεισῆλθε διὰ τούτων λάθρᾳ νυκτὸς ἐντὸς τῶν τειχῶν .
2.55.4 τῆς δʼ ἡμέρας ἐπιγενομένης παρʼ ὀλίγον ἦλθε τοῦ μὴ μόνον ἐκπεσεῖν , ἀλλὰ καὶ τοῖς ὅλοις κινδυνεῦσαι διὰ τὴν εὐψυχίαν τῶν Μεγαλοπολιτῶν .
2.55.5 ὃ δὴ καὶ τρισὶ μησὶ πρότερον αὐτῷ συνέβη παθεῖν παρεισπεσόντι κατὰ τὸν Κωλαιὸν προσαγορευόμενον τόπον τῆς πόλεως .
2.55.6 τότε δὲ τῷ πλήθει τῆς δυνάμεως καὶ τῷ προκαταλαμβάνεσθαι τοὺς εὐκαίρους τόπους καθίκετο τῆς ἐπιβολῆς καὶ πέρας ἐκβαλὼν τοὺς Μεγαλοπολίτας κατέσχε τὴν πόλιν .
2.55.7 γενόμενος δʼ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδʼ ἐλπίσαι μηδένα διότι δύναιτʼ ἂν συνοικισθῆναι πάλιν .
2.55.8 τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθʼ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων ἐλπίδων μήτε προδότην κατασκευάσασθαι .
2.55.9 τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν , Θεάρκης · ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ σφίσι , γενέσθαι δʼ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν .
2.56.1
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.54.12 | Polyb. 2.55.6 (English) | >>Polyb. 2.56.5 |