Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.55.1 | Polyb. 2.55.8 (English) | >>Polyb. 2.56.6 |
2.55.5 ὃ δὴ καὶ τρισὶ μησὶ πρότερον αὐτῷ συνέβη παθεῖν παρεισπεσόντι κατὰ τὸν Κωλαιὸν προσαγορευόμενον τόπον τῆς πόλεως .
2.55.6 τότε δὲ τῷ πλήθει τῆς δυνάμεως καὶ τῷ προκαταλαμβάνεσθαι τοὺς εὐκαίρους τόπους καθίκετο τῆς ἐπιβολῆς καὶ πέρας ἐκβαλὼν τοὺς Μεγαλοπολίτας κατέσχε τὴν πόλιν .
2.55.7 γενόμενος δʼ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδʼ ἐλπίσαι μηδένα διότι δύναιτʼ ἂν συνοικισθῆναι πάλιν .
2.55.8 τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθʼ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων ἐλπίδων μήτε προδότην κατασκευάσασθαι .
2.55.9 τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν , Θεάρκης · ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ σφίσι , γενέσθαι δʼ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν .
2.56.1
χρήσιμον ἂν εἴη , μᾶλλον δʼ ἀναγκαῖον ἡμῖν , Ἀράτῳ προῃρημένοις κατακολουθεῖν περὶ τῶν Κλεομενικῶν , μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος , ἵνα μὴ τὸ ψεῦδος ἐν τοῖς συγγράμμασιν ἰσοδυναμοῦν ἀπολείπωμεν πρὸς τὴν ἀλήθειαν .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.55.1 | Polyb. 2.55.8 (English) | >>Polyb. 2.56.6 |