Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.56.13 | Polyb. 2.57.3 (English) | >>Polyb. 2.58.2 |
2.56.16 οὕτως ἐν παντὶ τὸ τέλος κεῖται τῆς διαλήψεως ὑπὲρ τούτων οὐκ ἐν τοῖς τελουμένοις , ἀλλʼ ἐν ταῖς αἰτίαις καὶ προαιρέσεσι τῶν πραττόντων καὶ ταῖς τούτων διαφοραῖς .
2.57.1
γεγονότες δʼ ἐπὶ τοιαύτης προαιρέσεως καὶ μετέχοντες τῆς Λακεδαιμονίων πολιτείας ἔτει τετάρτῳ πρότερον τῆς Ἀντιγόνου παρουσίας ἑάλωσαν κατὰ κράτος ὑπὸ τῶν Ἀχαιῶν , Ἀράτου πραξικοπήσαντος αὐτῶν τὴν πόλιν .
2.57.3 ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συνέβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς .
2.57.4 ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφʼ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς ἅπτεσθαι τῶν ἀλλοτρίων ,
2.57.5 ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων · ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν .
2.57.6 τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος , παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης .
2.57.7 καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους , οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας , τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους , οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.56.13 | Polyb. 2.57.3 (English) | >>Polyb. 2.58.2 |