Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.57.1 | Polyb. 2.57.8 (English) | >>Polyb. 2.58.7 |
2.57.5 ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων · ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν .
2.57.6 τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος , παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης .
2.57.7 καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους , οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας , τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους , οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης .
2.57.8 καὶ τοῦτʼ εἰκότως ἐποίουν · οὐ γὰρ οἶδʼ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδʼ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλανθρωπίαν .
2.58.1
οἱ δὲ πεισθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας · ὧν οἱ λαχόντες ὥρμησαν , ἀπολιπόντες τὰς ἰδίας πατρίδας καὶ τοὺς βίους , καὶ διέτριβον ἐν Μαντινείᾳ , παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ σωτηρίαν .
2.58.3 σὺν δὲ τούτοις καὶ μισθοφόρους διακοσίους ἐξέπεμψαν , οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 2.57.1 | Polyb. 2.57.8 (English) | >>Polyb. 2.58.7 |