Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.57.3 Polyb. 2.58.1 (English) >>Polyb. 2.58.8

2.57.7 καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους, οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους, οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης. 2.57.8 καὶ τοῦτʼ εἰκότως ἐποίουν· οὐ γὰρ οἶδʼ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδʼ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλανθρωπίαν.

2.58.1

μετὰ δὲ ταῦτα προορώμενοι τὰς ἐν αὑτοῖς στάσεις καὶ τὰς ὑπʼ Αἰτωλῶν καὶ Λακεδαιμονίων ἐπιβουλάς, πρεσβεύσαντες πρὸς τοὺς Ἀχαιοὺς ἠξίωσαν δοῦναι παραφυλακὴν αὑτοῖς. 2.58.2 οἱ δὲ πεισθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας· ὧν οἱ λαχόντες ὥρμησαν, ἀπολιπόντες τὰς ἰδίας πατρίδας καὶ τοὺς βίους, καὶ διέτριβον ἐν Μαντινείᾳ, παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ σωτηρίαν. 2.58.3 σὺν δὲ τούτοις καὶ μισθοφόρους διακοσίους ἐξέπεμψαν, οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν. 2.58.4 μετʼ οὐ πολὺ δὲ στασιάσαντες πρὸς σφᾶς οἱ Μαντινεῖς καὶ Λακεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρισαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν διατρίβοντας παρʼ αὑτοῖς κατέσφαξαν· οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδʼ εἰπεῖν εὐμαρές.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.57.3 Polyb. 2.58.1 (English) >>Polyb. 2.58.8

Powered by PhiloLogic