Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.58.2 Polyb. 2.58.9 (English) >>Polyb. 2.59.1

2.58.6 τοῦτο γὰρ καὶ τοῖς πολεμίοις ἔθος ἐστὶ συγχωρεῖσθαι κατὰ τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους. 2.58.7 οἱ δʼ ἵνα Κλεομένει καὶ Λακεδαιμονίοις ἱκανὴν παράσχωνται πίστιν πρὸς τὴν ἐνεστῶσαν ἐπιβολήν, τὰ κοινὰ τῶν ἀνθρώπων δίκαια παραβάντες τὸ μέγιστον ἀσέβημα κατὰ προαίρεσιν ἐπετέλεσαν. 2.58.8 τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθῴους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτηρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον; 2.58.9 τί δʼ ἂν παθόντες οὗτοι δίκην δόξαιεν ἁρμόζουσαν δεδωκέναι; τυχὸν ἴσως εἴποι τις ἄν, πραθέντες μετὰ τέκνων καὶ γυναικῶν, ἐπεὶ κατεπολεμήθησαν. 2.58.10 ἀλλὰ τοῦτό γε καὶ τοῖς μηθὲν ἀσεβὲς ἐπιτελεσαμένοις κατὰ τοὺς τοῦ πολέμου νόμους ὑπόκειται παθεῖν. οὐκοῦν ὁλοσχερεστέρας τινὸς καὶ μείζονος τυχεῖν ἦσαν ἄξιοι τιμωρίας, 2.58.11 ὥστʼ εἴπερ ἔπαθον Φύλαρχός φησιν, οὐκ ἔλεον εἰκὸς ἦν συνεξακολουθεῖν αὐτοῖς παρὰ τῶν Ἑλλήνων, ἔπαινον δὲ καὶ συγκατάθεσιν μᾶλλον τοῖς πράττουσι καὶ μεταπορευομένοις τὴν ἀσέβειαν αὐτῶν. 2.58.12 ἀλλʼ ὅμως οὐδενὸς περαιτέρω συνεξακολουθήσαντος Μαντινεῦσι κατὰ τὴν περιπέτειαν πλὴν τοῦ διαρπαγῆναι τοὺς βίους καὶ πραθῆναι τοὺς ἐλευθέρους, συγγραφεὺς αὐτῆς τῆς τερατείας χάριν οὐ μόνον ψεῦδος εἰσήνεγκε τὸ ὅλον, 2.58.13 ἀλλὰ καὶ τὸ ψεῦδος ἀπίθανον, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀγνοίας οὐδὲ τὸ παρακείμενον ἠδυνήθη συνεπιστῆσαι, πῶς οἱ αὐτοὶ κατὰ τοὺς αὐτοὺς καιροὺς κυριεύσαντες Τεγεατῶν κατὰ κράτος οὐδὲν τῶν ὁμοίων ἔπραξαν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.58.2 Polyb. 2.58.9 (English) >>Polyb. 2.59.1

Powered by PhiloLogic