Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.6.4 Polyb. 2.6.10 (English) >>Polyb. 2.7.7

2.6.8 ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων. 2.6.9

Οἱ δʼ Ἠπειρῶται παραδόξως διασεσωσμένοι τοσοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδικηκότας χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν συμμαχίαν ἔθεντο μετʼ Ἀκαρνάνων πρὸς τοὺς Ἰλλυριούς, 2.6.10 καθʼ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς καιροὺς συνήργουν, τοῖς δʼ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς ἀντέπραττον. 2.6.11 ἐξ ὧν ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις, ἀφρόνως δʼ ἐξ ἀρχῆς βεβουλευμένοι περὶ τῶν καθʼ αὑτοὺς πραγμάτων.

2.7.1

τὸ μὲν γὰρ ἀνθρώπους ὄντας παραλόγως περιπεσεῖν τινι τῶν δεινῶν οὐ τῶν παθόντων, τῆς τύχης δὲ καὶ τῶν πραξάντων ἐστὶν ἔγκλημα, 2.7.2 τὸ δʼ ἀκρίτως καὶ προφανῶς περιβαλεῖν αὑτοὺς ταῖς μεγίσταις συμφοραῖς ὁμολογούμενόν ἐστι τῶν πασχόντων ἁμάρτημα. 2.7.3 διὸ καὶ τοῖς μὲν ἐκ τύχης πταίουσιν ἔλεος ἕπεται μετὰ συγγνώμης καὶ ἐπικουρία, τοῖς δὲ διὰ τὴν αὑτῶν ἀβουλίαν ὄνειδος καὶ ἐπιτίμησις συνεξακολουθεῖ παρὰ τοῖς εὖ φρονοῦσιν. 2.7.4 δὴ καὶ τότε παρὰ τῶν Ἑλλήνων εἰκότως ἂν τοῖς Ἠπειρώταις ἀπηντήθη.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.6.4 Polyb. 2.6.10 (English) >>Polyb. 2.7.7

Powered by PhiloLogic