2.6.4 δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπεσόντων παρὰ τῆς Τεύτας γραμμάτων, διʼ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρδανεῖς,
2.6.5 οὕτω λεηλατήσαντες τὴν Ἤπειρον ἀνοχὰς ἐποιήσαντο πρὸς τοὺς Ἠπειρώτας.
2.6.6 ἐν αἷς τὰ μὲν ἐλεύθερα σώματα καὶ τὴν πόλιν ἀπολυτρώσαντες αὐτοῖς, τὰ δὲ δουλικὰ καὶ τὴν λοιπὴν σκευὴν ἀναλαβόντες εἰς τοὺς λέμβους, οἱ μὲν ἀπέπλευσαν, οἱ δὲ περὶ τὸν Σκερδιλαΐδαν πεζῇ πάλιν ἀνεχώρησαν διὰ τῶν παρὰ τὴν Ἀντιγόνειαν στενῶν,
2.6.7 οὐ μικρὰν οὐδὲ τὴν τυχοῦσαν κατάπληξιν καὶ φόβον ἐνεργασάμενοι τοῖς τὰς παραλίας οἰκοῦσι τῶν Ἑλλήνων.
2.6.8 ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων.
2.6.9
Οἱ δʼ Ἠπειρῶται παραδόξως διασεσωσμένοι τοσοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδικηκότας ἢ χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν συμμαχίαν ἔθεντο μετʼ Ἀκαρνάνων πρὸς τοὺς Ἰλλυριούς,
2.6.10 καθʼ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς καιροὺς συνήργουν, τοῖς δʼ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς ἀντέπραττον.