Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.60.2 Polyb. 2.61.1 (English) >>Polyb. 2.61.8

2.60.6 δʼ ἐπιλαθόμενος τῶν προειρημένων φιλανθρώπων παρὰ πόδας, ἐπεὶ μικρὸν ἐπικυδεστέρας ἔσχε τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος ἐν Κλεομένει, τήν τε πατρίδα καὶ τὴν ἑαυτοῦ προαίρεσιν ἀποσπάσας ἀπὸ τῶν Ἀχαιῶν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς προσένειμε τοῖς ἐχθροῖς. 2.60.7 ὃν ὑποχείριον γενόμενον οὐκ ἐν Κεγχρεαῖς ἔδει τὴν νύκτα στρεβλούμενον ἀποθανεῖν, ὡς Φύλαρχός φησιν, περιαγόμενον δʼ εἰς τὴν Πελοπόννησον καὶ μετὰ τιμωρίας παραδειγματιζόμενον οὕτως ἐκλιπεῖν τὸ ζῆν. 2.60.8 ἀλλʼ ὅμως τοιοῦτος ὢν οὐδενὸς ἔτυχε δεινοῦ πλὴν τοῦ καταποντισθῆναι διὰ τῶν ἐπὶ ταῖς Κεγχρεαῖς τεταγμένων.

2.61.1

Χωρίς τε τούτων τὰς μὲν Μαντινέων ἡμῖν συμφορὰς μετʼ αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο, δῆλον ὅτι καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι τὰς παρανόμους τῶν πράξεων ἐπισημαίνεσθαι, 2.61.2 τῆς δὲ Μεγαλοπολιτῶν γενναιότητος, περὶ τοὺς αὐτοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιήσατο μνήμην, 2.61.3 ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι, τοὺς ἐντυγχάνοντας τοῖς ὑπομνήμασιν ἧττόν τι διορθουμένους ὑπὸ τῶν σπουδαίων καὶ ζηλωτῶν ἔργων ἤπερ ὑπὸ τῶν παρανόμων καὶ φευκτῶν πράξεων. 2.61.4 δὲ πῶς μὲν ἔλαβε Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας ἐξαπέστειλε παραχρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην γραμματοφόρους, ἀξιῶν αὐτοὺς ἀβλαβῆ κομισαμένους τὴν ἑαυτῶν πατρίδα κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε, βουλόμενος ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετριότητα πρὸς τοὺς πολεμίους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.60.2 Polyb. 2.61.1 (English) >>Polyb. 2.61.8

Powered by PhiloLogic