Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.4 Polyb. 2.61.11 (English) >>Polyb. 2.62.5

2.61.8 τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν; ἆρʼ οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην; 2.61.9 οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πάλιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς τοὺς Ἀχαιοὺς αἵρεσιν, 2.61.10 τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάντων συλλήβδην τῶν ἐν ἀνθρώποις ἀναγκαιοτάτων χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους πίστιν. 2.61.11 οὗ τί κάλλιον ἔργον γέγονεν γένοιτʼ ἄν; ἐπὶ τί δʼ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δʼ ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος, 2.61.12 τυφλώττων, ὥς γʼ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων.

2.62.1

Οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς. 2.62.2 ἐν δὲ τούτοις πρῶτον μὲν τίς οὐκ ἂν θαυμάσειεν τὴν ἀπειρίαν καὶ τὴν ἄγνοιαν τῆς κοινῆς ἐννοίας ὑπὲρ τῆς τῶν Ἑλληνικῶν πραγμάτων χορηγίας καὶ δυνάμεως; ἣν μάλιστα δεῖ παρὰ τοῖς ἱστοριογράφοις ὑπάρχειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.4 Polyb. 2.61.11 (English) >>Polyb. 2.62.5

Powered by PhiloLogic