Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.3 Polyb. 2.61.9 (English) >>Polyb. 2.62.4

2.61.6 τὸν ἔπαινον καὶ τὴν ἐπʼ ἀγαθῷ μνήμην τῶν ἀξιολόγων προαιρέσεων. 2.61.7 καίτοι γʼ ἐμποδὼν ἦν. εἰ γὰρ τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας πόλεμον ὑπὲρ φίλων καὶ συμμάχων ἄνδρας ἀγαθοὺς νομίζομεν, τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορκίαν ἀναδεξαμένοις οὐ μόνον ἔπαινον, ἀλλὰ καὶ χάριτας καὶ δωρεὰς τὰς μεγίστας ἀπονέμομεν, 2.61.8 τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν; ἆρʼ οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην; 2.61.9 οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πάλιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς τοὺς Ἀχαιοὺς αἵρεσιν, 2.61.10 τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάντων συλλήβδην τῶν ἐν ἀνθρώποις ἀναγκαιοτάτων χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους πίστιν. 2.61.11 οὗ τί κάλλιον ἔργον γέγονεν γένοιτʼ ἄν; ἐπὶ τί δʼ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δʼ ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος, 2.61.12 τυφλώττων, ὥς γʼ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων.

2.62.1

Οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.3 Polyb. 2.61.9 (English) >>Polyb. 2.62.4

Powered by PhiloLogic