Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.6 Polyb. 2.62.2 (English) >>Polyb. 2.62.8

2.61.11 οὗ τί κάλλιον ἔργον γέγονεν γένοιτʼ ἄν; ἐπὶ τί δʼ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δʼ ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος, 2.61.12 τυφλώττων, ὥς γʼ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων.

2.62.1

Οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς. 2.62.2 ἐν δὲ τούτοις πρῶτον μὲν τίς οὐκ ἂν θαυμάσειεν τὴν ἀπειρίαν καὶ τὴν ἄγνοιαν τῆς κοινῆς ἐννοίας ὑπὲρ τῆς τῶν Ἑλληνικῶν πραγμάτων χορηγίας καὶ δυνάμεως; ἣν μάλιστα δεῖ παρὰ τοῖς ἱστοριογράφοις ὑπάρχειν. 2.62.3 ἐγὼ γὰρ οὐ λέγω κατʼ ἐκείνους τοὺς χρόνους, ἐν οἷς ὑπό τε τῶν ἐν Μακεδονίᾳ βασιλέων, ἔτι δὲ μᾶλλον ὑπὸ τῆς συνεχείας τῶν πρὸς ἀλλήλους πολέμων ἄρδην κατέφθαρτο τὰ Πελοποννησίων, 2.62.4 ἀλλʼ ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς, ἐν οἷς πάντες ἓν καὶ ταὐτὸ λέγοντες μεγίστην καρποῦσθαι δοκοῦσιν εὐδαιμονίαν, ὅμως ἐκ Πελοποννήσου πάσης ἐξ αὐτῶν τῶν ἐπίπλων χωρὶς σωμάτων οὐχ οἷόν τε συναχθῆναι τοσοῦτο πλῆθος χρημάτων. 2.62.5 καὶ διότι τοῦτο νῦν οὐκ εἰκῇ, λόγῳ δέ τινι μᾶλλον ἀποφαινόμεθα, δῆλον ἐκ τούτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.6 Polyb. 2.62.2 (English) >>Polyb. 2.62.8

Powered by PhiloLogic