Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.11 Polyb. 2.62.6 (English) >>Polyb. 2.63.1

2.62.3 ἐγὼ γὰρ οὐ λέγω κατʼ ἐκείνους τοὺς χρόνους, ἐν οἷς ὑπό τε τῶν ἐν Μακεδονίᾳ βασιλέων, ἔτι δὲ μᾶλλον ὑπὸ τῆς συνεχείας τῶν πρὸς ἀλλήλους πολέμων ἄρδην κατέφθαρτο τὰ Πελοποννησίων, 2.62.4 ἀλλʼ ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς, ἐν οἷς πάντες ἓν καὶ ταὐτὸ λέγοντες μεγίστην καρποῦσθαι δοκοῦσιν εὐδαιμονίαν, ὅμως ἐκ Πελοποννήσου πάσης ἐξ αὐτῶν τῶν ἐπίπλων χωρὶς σωμάτων οὐχ οἷόν τε συναχθῆναι τοσοῦτο πλῆθος χρημάτων. 2.62.5 καὶ διότι τοῦτο νῦν οὐκ εἰκῇ, λόγῳ δέ τινι μᾶλλον ἀποφαινόμεθα, δῆλον ἐκ τούτων. 2.62.6 τίς γὰρ ὑπὲρ Ἀθηναίων οὐχ ἱστόρηκε διότι καθʼ οὓς καιροὺς μετὰ Θηβαίων εἰς τὸν πρὸς Λακεδαιμονίους ἐνέβαινον πόλεμον καὶ μυρίους μὲν ἐξέπεμπον στρατιώτας, ἑκατὸν δʼ ἐπλήρουν τριήρεις, 2.62.7 ὅτι τότε κρίναντες ἀπὸ τῆς ἀξίας ποιεῖσθαι τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἐτιμήσαντο τήν τε χώραν τὴν Ἀττικὴν ἅπασαν καὶ τὰς οἰκίας, ὁμοίως δὲ καὶ τὴν λοιπὴν οὐσίαν· ἀλλʼ ὅμως τὸ σύμπαν τίμημα τῆς ἀξίας ἐνέλιπε τῶν ἑξακισχιλίων διακοσίοις καὶ πεντήκοντα ταλάντοις. 2.62.8 ἐξ ὧν οὐκ ἀπεοικὸς ἂν φανείη τὸ περὶ Πελοποννησίων ἄρτι ῥηθὲν ὑπʼ ἐμοῦ. 2.62.9 κατὰ δʼ ἐκείνους τοὺς καιροὺς ἐξ αὐτῆς τῆς Μεγάλης πόλεως ὑπερβολικῶς ἀποφαινόμενος οὐκ ἄν τις εἰπεῖν τολμήσειεν πλείω γενέσθαι τριακοσίων,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.61.11 Polyb. 2.62.6 (English) >>Polyb. 2.63.1

Powered by PhiloLogic