Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.62.8 Polyb. 2.63.5 (English) >>Polyb. 2.64.5

2.63.2 τὸν δʼ ἀκούσαντά φησι κρῖναι διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνασθαι μισθοδοτεῖν. 2.63.3 ἀλλʼ εἴπερ ἑξακισχιλίων ἐγκρατὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς, τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερθέσθαι. 2.63.4 πρὸς δὲ τὸν Ἀντίγονον, εἰ μόνον τριακοσίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς ὑπομένων τρίβειν τὸν πόλεμον. 2.63.5 τὸ δʼ ἅμα μὲν πάσας ἀποφαίνειν τῷ Κλεομένει τὰς ἐλπίδας ἐν Πτολεμαίῳ διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι κατὰ τοὺς αὐτοὺς καιρούς, πῶς οὐ τῆς μεγίστης ἀλογίας, ἔτι δʼ ἀσκεψίας ἐστὶ σημεῖον; 2.63.6 πολλὰ δὲ καὶ ἕτερα τῷ συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους καιροὺς καὶ παρʼ ὅλην τὴν πραγματείαν κατατέτακται, περὶ ὧν ἀρκεῖν ὑπολαμβάνω κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ τὰ νῦν εἰρημένα.

2.64.1

Μετὰ δὲ τὴν τῆς Μεγάλης πόλεως ἅλωσιν Ἀντιγόνου παραχειμάζοντος ἐν τῇ τῶν Ἀργείων πόλει, συναγαγὼν Κλεομένης ἅμα τῷ τὴν ἐαρινὴν ὥραν ἐνίστασθαι καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς, ἐξαγαγὼν τὴν στρατιὰν ἐνέβαλεν εἰς τὴν τῶν Ἀργείων χώραν, 2.64.2 ὡς μὲν τοῖς πολλοῖς ἐδόκει, παραβόλως καὶ τολμηρῶς διὰ τὴν ὀχυρότητα τῶν κατὰ τὰς εἰσόδους τόπων, ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις, ἀσφαλῶς καὶ νουνεχῶς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.62.8 Polyb. 2.63.5 (English) >>Polyb. 2.64.5

Powered by PhiloLogic